De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐδὲν γάρ ἐστι τῶν ποιούντων τι αὑτοῦ ποιητικόν.

ὥστε οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν τὴν γινομένην ὑπ᾿ αὐτῆς.

ἔτι εἰ ἕκαστος τῶν τεχνιτῶν, ἃ κατὰ τὴν τέχνην ἐκλέγεται, συνεργὰ πρὸς τὸ τέλος τὸ τῆς τέχνης ἔχει, καὶ ὁ τὴν ἀρετὴν ἔχων, ἃ ἐκλέγεται κατὰ τὴν ἀρετήν, ὡς συνεργὰ ἂν πρὸς τὸ τέλος αὑτῷ ἐκλέγοιτο.

ἐκλέγεται δὲ τά τε σωματικὰ καὶ τὰ ἐκτός, εἴ γε καὶ ὅλως ἡ ἀρετὴ τῆς τούτων χάριν ἐκλογῆς παρῆλθεν.

οὐ γὰρ δή, ἀρετὴ οὖσα, μάτην ἐκλέγεταί τινα.

οὐκ ἄρα αὐτάρκης.

εἰ δ᾿, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι τέχναι ἐκλέγονται καὶ τὰ σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, μὴ λέγουσιν αὐτὰ ὄργανα γίνεσθαι τῆς ἀρετῆς, ῥητέον πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον τὸ ταὐτὰ πλείοσιν τέχναις εἶναι χρήσιμα.

εἶτα ἐκείνων μὲν οὐδείς, καθό ἐστιν τεχνίτης τῆσδέ τινος τῆς τέχνης, ἐκλέγεται αὐτά, ἀλλὰ κατὰ συμβεβηκός.

οὐ γὰρ καθὸ αὐλητής τίς ἐστιν ἢ κυβερνήτης ἐκλέγεται πλοῦτον ἢ δόξαν, ἀλλὰ καθὸ ἄνθρωπος.

ἡ δὲ ὑγίεια, εἰ ἦν κἀκείνοις ὄργανον, τῇ δὲ ἀρετῇ προηγουμένως τούτων ἐκλογή.

τοῦτο γὰρ ἔργον αὐτῆς.

ἐκλεκτικὴ γὰρ τούτων ἐστὶ καὶ δοκιμαστική, ὥστε εἴη ἂν καὶ ὄργανα αὐτῆς καὶ συνεργὰ πρὸς τὸ ὑπ᾿ αὐτῆς γινόμενον τέλος.

ἔτι οὐκ, εἰ ᾧ ὁρῶμεν, τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, καὶ ἀκούομεν τῇ τούτου ἀρετῇ εὖ ἀκούομεν, καὶ διὰ τοῦτο, ᾧ ζῶμεν, τῇ τούτου ἀρετῇ εὖ ζῶμεν, ὥστε εἴη ἂν ⟨τῇ⟩ τῆς ψυχῆς ἀρετῇ εὐδαιμονία (ψυχῇ γὰρ ζῶμεν), οὐ δὴ διὰ τοῦτο οὐδενὸς ἔξωθεν ἄλλου δεησόμεθα παρὰ τὴν ἀρετὴν τῆς ψυχῆς πρὸς τὸ εὖ ζῆν.

καὶ γὰρ ἐπὶ τοῦ ὀφθαλμοῦ τῷ μὲν ὀφθαλμῷ ὁρῶμεν καὶ τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, ἀλλ᾿ ὅμως πρὸς τὸ εὖ ὁρᾶν καὶ φωτὸς δεόμεθα καὶ ἄλλων τινῶν.

καὶ γὰρ τοῦ μηδὲν ἐπισκοτεῖν καὶ διαστήματος συμμέτρου καὶ μεγέθους ποσοῦ καὶ τοῦ ὁραθησομένου χρώματος.

οὕτως δὴ καὶ εὖ μὲν ζῶμεν τῇ τῆς ψυχῆς ἀρετῇ, δεόμεθα μέντοι καὶ ἄλλων τινῶν εἰς τοῦτο συνεργῶν τε καὶ ὀργάνων.

καὶ γὰρ καὶ κατὰ τὰς τέχνας καὶ ταῖς κατ᾿ αὐτὰς ἀρεταῖς εὖ πράττομεν τὰ κατὰ ταύτας, ἀλλ᾿ ὅμως δεόμεθα πρὸς τὰ κατὰ τὰς τέχνας τέλη καὶ ἄλλων τινῶν, ἅ ἐστιν ἕτερα παρὰ τὰς τέχνας.

καὶ ἡ ἀρετὴ δὴ ὡς τέχνη ποιητικὴ τῆς εὐδαιμονίας ἔσται, οὐ μὴν διὰ τοῦτο ἄνευ τῆς ὕλης καὶ τῶν οἰκείων ὀργάνων.

ἔτι εἰ μὲν οὕτως λέγοιτο ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν, ὡς καὶ τῶν τεχνῶν ἑκάστη πρὸς τὸ οἰκεῖον ἔργον, ὅτι οὐκ ἄλλης τινὸς τέχνης προσδέονται πρὸς τὸ τὸ κατ᾿ αὐτὰς ποιεῖν ὑγιές (οὐδὲ γὰρ ἡ ἀρετὴ ἄλλης τινὸς δυνάμεως καὶ τέχνης προσδεῖται πρὸς τὸ σὺν ἐκείνῃ τὴν εὐδαιμονίαν ποιεῖν·

προσδεήσεται μέντοι κατὰ τοῦτο ὁμοίως ταῖς τέχναις καὶ ἄλλων [*](1 τέλος ἡ a: τέλος V 2 ἡ ἀρετὴ m1 in mg. V ὑγεία ὑγιείας V: ὑγεία ὑγείας a 5 αὐτοῦ a 9 αὑτῷ Sylburg: αὐτῷ Va ἐκλέγοιτο] ιτ in lit. V 11 παρῆλθεν] cf. p. 163,33 ἡ φύσις τῆ ἐκλογῆς ἕνεκεν τὴν ἀρετὴν παραλαμβάνει ἄρα] accent. et spir. ia lit. V 23 τῇ addidi ἀρετῇ scripsi: ἀρετὴ Va 24 οὐ V Sylburg: οὗ a 36 (et 38) τινὸς sic V)

167
τινῶν πρὸς τὸ τὸ ἴδιον ἔργον ἀποδιδόναι), εἰ δέ τις λέγοι τὰς ἀρετὰς οὕτως αὐτάρκεις πρὸς εὐδαιμονίαν, ὅτι μηδέ τινος ὅλως ἔξωθεν προσδέονται, οὐχ ὑγιῶς ἐρεῖ.