De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Εἰ ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμων, ὁ δὲ εὐδαίμων εὐδαιμόνως βιοῖ (ἡ γὰρ εὐδαιμονία ἐν βίῳ), ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμονα βιοῖ βίον.

ὁ δὲ εὐδαίμων βίος αἱρετός, οὐκ ἀβούλητος·

ὁ εὐδαίμων ἄρα βίος οὐκ ἀβούλητος.

οὐκ ἄρα, ὃν καταλείπει τις βίον ἑκών, εὐδαίμων οὗτος βίος.

ὁ δὲ τὴν ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκών διὰ τὴν ἐξαγωγὴν τὴν εὔλογον.

ὁ τὴν ἀρετὴν ἄρα ἔχων βίος καὶ ὁ κατὰ ἀρετὴν οὐκ εὐδαίμων.

οὐκ ἄρα ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν αὐτάρκης.

ἔτι εἰ ὁ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν οὐκ ἄτοπόν τι ζητεῖ, ὁ δὲ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς ἀρετήν, ἄτοπόν τι ζητεῖ, οὐ ταὐτὸν ζήτημα ἑκάτερον αὐτῶν.

εἰ δὲ μὴ ταῦτα ταὐτά, οὐ ταὐτὸν ἀρετὴ καὶ εὐδαιμονία.

[*](156v) δαιμονία.

ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

εἰ δὴ ἄλλο ἐστὶν ἀρετὴ καὶ εὐδαιμονία, δῆλον ὡς οὐκ ἐν τῷ ἀρετὴν ἔχειν τὸ εὐδαιμονεῖν, ὥσπερ οὐδὲ ἐν τῷ αὐλητικὴν ἔχειν τὸ αὐλεῖν.

οὐκ ἄρα ἐν ἕξει μόνῃ καὶ κτήσει τῆς ἀρετῆς ἡ εὐδαιμονία.

ἔτι εἰ ἄλλο τὸ ὑπό τινος γινόμενον τοῦ ποιοῦντος αὐτό, καὶ ἔστιν ἡ εὐδαιμονία γινομένη κατ᾿ αὐτοὺς ὑπὸ τῆς ἀρετῆς, ἄλλο ἡ ἀρετὴ τῆς εὐδαιμονίας.

τὸ δὲ πρῶτον, τὸ ἄρα δεύτερον.

ἔτι εἰ ἡ εὐδαιμονία ἐν βίῳ καὶ ἐνέργεια, ἡ δὲ ἀρετὴ ἕξις, οὐ ταὐτὸν εὐδαιμονία καὶ ἀρετή.

ἔτι εἰ πᾶσα τέχνη ἕτερον ἑαυτῆς ποιεῖ τι καὶ οὐχ ἑαυτήν, ἡ δὲ ἀρετὴ τέχνη κατ᾿ αὐτοὺς εὐδαιμονίας ποιητική, ἕτερον ἂν εἴη τῆς ἀρετῆς [*](1 ὑπεναντιωτάτοις a 11 πραττόμενα a ἀνδρεῖα scripsi: ἀνδρεία Va 12 ἀπὸ τῆς a 15 editum est Basileae apud Joan. Vualder „Aristotelis et Xenophontis ethica politica et oeconomica (anno incerto) cf. p. 5 592 sq., deinde ex hac Vualderi editione a Sylburgio post Aristotelis Ethica Francofurti 1584 p. 248 sq. cf. 301. utrumque scias cum Aldinae lectione consentire, si hanc solam adnotavi 18 fortasse βίος αἱρετός, ⟨ὁ δὲ βίος αἱρετὸς⟩ οὐκ ἀβούλητος 21 ἐξαγωγὴν] v in lit. V fortasse κατὰ ἀρετὴν ⟨ζῶν⟩ οὐκ 26 τὸ ἄρα V: ἄρα a, cf. 23,2 et 159,31 28 ἐν om. a μόνη a 32 ἐνεργείᾳ a 33 ποιεῖ V: ποιῆ a καὶ post τι om. a)

160
τῆς ἡ εὐδαιμονία, τὸ γινόμενον ὑπ᾿ αὐτῆς.

ἔτι εἰ ἡ κατὰ ἀρετὴν ἐνέργεια τῆς εὐδαιμονίας ποιητική, πρὸς δὲ τὴν κατὰ ἀρετὴν ἐνέργειαν οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετή, ἡ ἀρετὴ ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν.

ἤτοι γὰρ περὶ τὴν ἐκλογήν ἐστι τῶν ἡδέων κατ᾿ Ἐπίκουρον, ἢ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ, ἢ τῶν ὁπωσοῦν ἄλλως οἰκείων, ἃ δεῖ ταῖς ἐνεργείαις αὐτῆς ὡς ὕλην ὑποκεῖσθαι πάντα ὡς τῇ χαλκευτικῇ χαλκόν, σίδηρον, πῦρ, ἄνθρακας.

ὧν οὐδενός ἐστιν αὐτὴ ποιητική, χρῆται δὲ ὑποκειμένοις.