De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

πάντα γὰρ σχεδὸν οἱ λῃστεύοντες παρὰ πᾶσιν τὰ αὐτὰ ποιοῦσιν, εἰς οὓς ἀδικοῦσιν.

εἰ δὲ τοῦτο, δῆλον ὡς καὶ τὰ τούτοις ἀντικείμενα, οὖσιν ἀδίκοις φύσει, δίκαιά ἐστι φύσει.

καὶ γὰρ οὐδ᾿ ἄλλο τί ἐστιν τὸ ἀδικεῖν ἢ παράβασις τοῦ δικαίου.

ὥστε εἰ παράβασις δικαίου ἐστίν τις φύσει, δῆλον ὡς καὶ τὸ δίκαιον πολὺ πρότερον, οὗ ἡ παράβασις ἄδικός ἐστι, φύσει.

ὕστερον γὰρ ἡ παράβασίς τινος ἐκείνου, οὗ ἐστιν παράβασις.

οὐδὲν γὰρ ἄλλο ἄδικόν ἐστι τὸ φύσει, ἢ παράβασις καὶ ἐναντίωσις τοῦ φύσει δικαίου.

ἔτι ὡς ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔχει, οὕτως εὔλογον καὶ ἐπὶ δικαιοσύνης ἔχειν.

ἐπὶ δὲ τῶν ἄλλων καθ᾿ ἑκάστην αὐτῶν φύσει ἐστὶ τὰ πρασσόμενα ὑπ᾿ αὐτῶν τοιαῦτα.

φύσει γὰρ ἀνδρεῖα ὁ τὴν ἀνδρείαν ἔχων πράττει, καὶ φύσει σωφρονικὰ τὰ ἀπὸ σωφροσύνης πραττόμενα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔστιν ἄρα καὶ δίκαια φύσει πραττόμενα καὶ δικαιοσύνη.