De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οἰκεῖον δὲ ἕκαστον αὐτῶν ἔχει χρῶμα καὶ κατὰ τοῦτό ἐστιν ὁρατόν, καθόσον καὶ τῆς διαφανείας μετέχει τῆς ὑποκειμένης τοῖς χρώμασιν.

κατὰ μὲν γὰρ τὴν τῆς γεώδους φύσεως μῖξιν ἐστέρηται τοῦ δίοπτα εἶναι.

πρώτη γὰρ τῶν σωμάτων πέπονθεν τοῦτο.

καθ᾿ ὅσον δὲ μετέχει τῆς διαφανείας, κατὰ τοσοῦτον καὶ οὕτω κέχρωσται.

τὰ μὲν γὰρ μᾶλλον διαφανῆ φωτοειδὲς ἔχει τὸ χρῶμα, τὰ δὲ ἐγγὺς τούτοις λευκόν, καὶ δεῖ τὰ μᾶλλον ὁρατὸν ἔχοντα χρῶμα μᾶλλον ἔχειν καὶ διαφάνειαν.

ἔστιν δὲ μᾶλλον μὲν ὁρατὰ τὰ φωτοειδῆ καὶ λευκά, δευτέρως δὲ τὰ τούτοις ἀκολούθως παρακείμενα, ἥκιστα δὲ τὰ μέλανα.

αἰσθητὰ μὲν γάρ ἐστι καὶ ταῦτα, οὐ μὴν ὁρατὰ προηγου μένως·

ὧν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον μετέχειν διάφορα καὶ τὰ χρώματα τοῖς σώμασιν οἰκεῖον δὲ τοῦτο τῇ γῇ.

ἐπεὶ δὲ πᾶν διαφανὲς ὁρατόν ἐστιν, πᾶν δὲ ὁρατὸν ὁρᾶται κατὰ τὸ πέρας, πᾶν διαφανὲς ὁρατόν ἐστι κατὰ τὸ πέρας.

ἀλλὰ μὴν χρῶμά ἐστιν, καθὸ ὁρατόν ἐστιν, χρῶμα ἄρα ἐστὶ καθὸ τὸ διαφανὲς ὁρατόν ἐστιν, ὁρατὸν δέ ἐστιν, ὡς ἔφαμεν, κατὰ τὸ πέρας τὸ ἴδιον.

τὸ ἄρα χρῶμά ἐστιν τοῦ διαφανοῦς πέρας.

μόνον γὰρ ὁρατὸν κατ᾿ ἐνέργειαν τοῦτο.