De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὥσπερ γὰρ πᾶσιν τοῖς ἐν ἄλλῳ πεφυκόσιν γίνεσθαί ἐστί τι ὑποκείμενον, ἐπιτηδειότητα ἔχον πρὸς τὸ κατ᾿ αὐτὸ εἰδοποιεῖσθαι, ὃ καὶ ὕλη ἐστὶν αὐτῶν (καὶ γὰρ βαρεῖ καὶ κούφῳ καὶ μεγάλῳ καὶ μικρῷ καὶ θερμῷ καὶ ψυχρῷ καὶ τοῖς ἄλλοις τοῖς ἀνάλογον τούτοις ἔχουσιν ὑπόκειται), οὕτως δὲ καὶ τοῖς χρώμασιν καὶ τῆς ἐν τούτοις ἐναντιώσεώς ἐστί τις ὕλη καὶ ἔστιν αὕτη τὸ διαφανὲς σῶμα.

τὸ γὰρ τοιοῦτο πᾶν κατὰ τὴν δύναμιν ταύτην, καθ᾿ ἣν διαφανές ἐστι, δεκτικόν ἐστι χρωμάτων.

εἴη δ᾿ ἂν ἡ δύναμις αὕτη διαφάνεια.

ἔστι δὲ ἡ [*](1 χρώματί Ka 7 δίοπτρα Ka ὄψει V: ὄψι a ἐπεὶ ὄψει ληπτὸν αὐτῶν ἐστ τὸ χρῶμα] haec non pertinere ad praecedentia (τὰ δίοπτα), et res ipsa et verba docent quae sequuntur δι οὗ δὲ τοῦτο φαίνεσθαι πέφυκεν et q. s. agitur enim de differentia quae interest inter φαίνεσθαι et διαφαίνεσθαι, de quas cf. Al. de sens. 95, 1 ἰδίως δὲ διαφανῆ, ὡς εἴθισται λέγεσθαι, τῶν σωμάτων μόνα τὰ δίοπτα,· ἀπὸ τοῦ φαινόμενον μὲν ἰδίως λέγεσθαι τὸ τῇ ὄψει ἀντιληπτὸν παρὰ τὸ φῶς. ὧν δὴ τοῦτο χρῶμα, ταῦτα ἰδίως διαφανῆ. τὰ γὰρ δεχόμενα τὸ φάος ἤτοι φῶς, δι᾿ οὗ πάντα τὰ ὁρώμενα ὁρᾶται, ταῦτα λέγεται συνήθως διαφανῆ. quare fortasse legendum est τὰ δίοπτα· ⟨φαινόμενα γὰρ καὶ τὰ ἄλλα σώματα παρὰ τὰ δίοπτα⟩, ἐπεὶ ὄψει ληπτὸν κτλ. 12 γίνεται V: λέγεται Ka 14 διαφανεῖ] φ in lit. V 16 λήψομεν v. c., λείψομεν m1 V: λείψομεν Ka 20 οὖν om. Ka τε καὶ V: τὰς Ka 21 ὑπέκκαυμα] cf. 149,14 τὸ δυνάμει πῦρ, τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα et Arist. met. 1,4. 37 1b 17 sq. 22 καὶ om. Ka πορρωτάτω corr. ex. ποαρωτάτω V κεκεῖνα (sic) V)

149
δύναμις αὕτη ἐν ἅπασιν μὲν τοῖς σώμασιν, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον.

ἐφ᾿ ὅσον δὲ ἕκαστον αὐτῶν μετέχει, ἐπὶ τοσοῦτον καὶ τοῦ χρώματός ἐστι δεκτικόν.

ἔστιν δ᾿ ἐναντία αὐτοῖς οὐ κατὰ τὰς ἁπτὰς δυνάμεις.

τὸ γὰρ ὕδωρ μᾶλλον οὕτω γε καὶ κατὰ ταύτας ἐναντίον τῷ πυρί.

τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν.

ἀλλ᾿ οὐ κατὰ τοῦτο τὸ φωτίζειν τῷ πυρί.

καὶ γὰρ ἄλλα μὴ τοιαύτης ὄντα φύσεως φωτίζει.

ἀλλ᾿ ὡς ἐναντία ἡ γῆ τῷ πυρὶ καὶ κατὰ τὴν ῥοπὴν καὶ κατὰ τὸν οἰκεῖόν τε καὶ κατὰ φύσιν τόπον καὶ κατὰ τὸ μανὸν καὶ πυκνόν, τουτέστιν λεπτὸν καὶ παχύ, οὕτω καὶ κατὰ τὴν τοῦ φωτὸς δύναμιν καὶ διαφάνειάν τε καὶ φῶς ἐναντία ἡ γῆ τῷ πυρί.

καὶ γὰρ δὴ ὁ μὲν ἀὴρ οἰκεῖος τῷ πυρί (διὸ καὶ ταχὺ ἐκπίμπραται), τὸ δὲ ὕδωρ·

καὶ τροφὴ δοκεῖ τῷ πυρὶ εἶναι.

καὶ γὰρ ἐν τοῖς καιομένοις ξύλοις ἡ ὑγρότης ἐστὶν ἡ καιομένη ἐν αὐτοῖς.

ὁ γὰρ καπνὸς τοιοῦτον.

ἡ δὲ γῆ πορρωτάτω ἀφέστηκεν αὐτοῦ. διὰ τοῦτο δὴ μάλιστα μέν ἐστι δεκτικὸν φωτὸς τὸ δυνάμει πῦρ.

τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα, δευτέρως δὲ ἀὴρ καὶ τρίτον τὸ ὕδωρ.

[*](154r) δὲ γῆ πλεῖστον ἀφεστῶσα τοῦ πυρὸς καὶ τῆς δεκτικῆς φύσεως τοῦ φωτὸς ἐλάχιστα μετέχει.

αὕτη δέ ἐστιν ἡ διαφάνεια.

τὸ γὰρ ἕτερον τῶν ἐναντίων στέρησις.