De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

διὰ γὰρ τοῦτο δύναται φυλάττειν μέχρι τινὸς τὰς γενομένας κινήσεις ἔτι ἀπὸ τῶν ἔξωθεν ἐν τοῖς αἰσθητηρίοις.

καὶ γὰρ καὶ ἐν ὑστέρῳ χρόνῳ πρὸ ὀμμάτων τίθεσθαι τὰ ἔμψυχα δυνατά ἐστιν τὰ γενόμενα αὐτοῖς φαντάσματα.

τὰ γοῦν κάτοπτρα καίτοι λεῖα ὄντα καὶ διαυγῆ οὐδὲν ἐν αὑτοῖς φυλάττει τῶν ἐμφαινομένων χρωμάτων ἤτοι τοῦ φωτὸς ἀπελθόντος ἢ τῶν φωτιζόντων ἢ τῶν ὁρατῶν, ὅτι μήτε πάσχει μήτε ἐστὶν ἔμψυχα.

ὅτι δὲ ἡ ὄψις καὶ ἡ κόρη, διαφανὴς οὖσα, ὡς ὑπὸ τοῦ φωτὸς διατίθεται, οὕτως δὲ καὶ ὑπὸ τῶν χρωμάτων κινητικῶν ὄντων τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς καὶ πεφωτισμένου ἐπ᾿ εὐθείας, καὶ τὸ ὁρᾶν οὕτως γίνεται, ἀλλ᾿ οὐ πρὸς τῷ ὁρωμένῳ ἐκπεμπομένου τινὸς ἀπὸ τῆς ὄψεως, σημεῖον τὸ καὶ ὑπὸ τῶν πάνυ λαμπρῶν δάκνεσθαι τῶν ὁρώντων τοὺς ὀφθαλμούς, ὥσπερ γε καὶ τὰς ἀκοὰς ὑπὸ τῶν μεγάλων ψόφων.

τὸ γάρ, διότι ἐπεὶ ἀφεστῶτες αἰσθανόμεθα τοῦ ὁρωμένου, ἐκεῖ καὶ τὴν ἀντίληψιν ἡγεῖσθαι γίνεσθαι, κενόν.

καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, καίτοι κατὰ πάθος ἀντιλαμβανομένων αὐτῶν τῶν οἰκείων αἰσθητῶν, ὅμως ἀφεστώτων ἡ ἀντίληψις γίνεται.

ἀλλὰ καὶ ἐμφαίνεταί τινα χρώματα καὶ ἐν τῷ μεταξὺ διαφανεῖ ὡς αὐτῷ δεχομένῳ τε τὰ εἴδη καὶ διακονουμένῳ.

φαίνεται γοῦν ἐπιχρώννυσθαί τινα ταῖς τῶν παρακειμένων χροιαῖς·

φοινικοῦν γοῦν τὸ ἐπὶ τούτου τοῦ χρώματος φαίνεται ἢ ἁλουργόν, εἰ εἴη τοιαῦτα παρακείμενα χρώματα ὡς διαπεμπομένων τῶν χρωμάτων διὰ τοῦ ἀέρος, ἀλλ᾿ οὐχὶ ὁρωμένων ἐκεῖ.

ἔτι δὲ τῶν χρωμάτων τὰ μὲν ἀμυδρότερα ἧττον, τὰ δὲ λαμπρότερα μᾶλλον καὶ σφοδρότερον κινεῖ τὴν ὄψιν.

ἔτι δὲ καὶ παρὰ τὰς διαφόρους αὐγὰς καὶ παρὰ τὸ διάφορον φῶς καὶ παρὰ τὰς θέσεις τὰς πρὸς τοὺς ὁρῶντάς τε καὶ τὸ φῶς ἀλλοῖα τὰ ὁρώμενα φαίνεται.

ἀλλὰ καὶ ταὐτὸν χρῶμα ἐγγύθεν τε καὶ πόρρωθεν φαινόμενον διάφορον φαίνεται·

οὐ γὰρ ὁμοίως λευκὸν τὸ πόρρωθεν ὁρώμενον.

[*](3 ἀθρόον a 10 ἀλλ ᾗ—δυνάμενον] oculum imaginari dici nequit (cf. 68,5 sq.); quare fortasse ἐμψύχου et δυναμένου: quia (oculus) pars est hominis animati et phantasia praediti. . eadem de causa δύναται (v. 11) aut impersonaliter (cf. Ind.) aut de homine dictum est, aon de oculo 14 λεῖα V ex. Vict.: λία a οὐδὲν scripsi: οὐδὲ Va αὐτοῖς Va 17 τῶν om. a 19 fortasse πρὸς τὰ ὁρώμενα 20 ante ὑπὸ una lit. erasa V 22 ἐπεὶ delendum videtur 24 τῶν om. a 27 ταῖς] α in lit. V 28 ἀλουργόν Va 30 χρωμάτων] χρω in lit. V 31 ἀμυδρότερα] μυ in lit. V λαμπρότερα] μ in lit. V)

146
παρὰ δὴ τὰς τοιαύτας διαφορὰς τῶν ὁρωμένων σχημάτων ἡ ὄψις ἀντιλαμβάνεται.

τὴν μὲν γὰρ ἔξωθεν περιγραφὴν τῶν ὁρωμένων τῇ διαφορᾷ τῆς χρόας πρὸς τὸ περιέχον κρίνει·

διὸ καὶ δυσόρατα ἢ ὁρατὰ καθ᾿ αὑτά, ὅσοις ὁμόχρουν τὸ περιέχον.

τὴν δὲ μεταξὺ τῆς ἔξωθεν περιγραφῆς ἐπιφάνειαν ὁμόχρουν μὲν οὖσαν καὶ ἐπίπεδον τοιαύτην καὶ ὁρᾷ, ὁμοίως ὑπὸ τοῦ χρώματος κινουμένου τοῦ αὐτοῦ καὶ ὁμοίως κινουμένου διὰ τοῦ μεταξύ.

εἰ δὲ μὴ ἐπίπεδον εἴη τὸ μεταξύ, ἀλλὰ ἀνώμαλον, εἰ καὶ μὴ ἀνομοιόχρουν, τῇ ἀνομοιότητι τῆς τοῦ χρώματος ἀντιλήψεως κρίνει.

οὔτε γὰρ τὸ φῶς ὁμοίως ἐπὶ πάντα τὰ μόρια τοῦ ἀνωμάλου πίπτει διὰ τὸ τὰ μὲν αὐτῶν εἶναι κοῖλα, τὰ δὲ κυρτά, καὶ τὰ μὲν ἐκ πλαγίου τοῦ φωτίζοντος, τὰ δὲ καταντικρύ.

διὰ γὰρ ταύτας τὰς διαφοράς, κἂν ὁμοιόχρουν ᾖ τὸ ὁρώμενον, τὰ μὲν ἀχλυωδέστερα αὐτοῦ, τὰ δὲ εὐσημότερα φαίνεται, οὕτως δὲ τὰ μὲν εἰσέχοντα, τὰ δὲ ἐξέχοντα ὁραθήσεται.