De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ μὲν οὖν ἀίδιον σῶμα ἀεὶ κατ᾿ ἐνέργειάν ἐστι διαφανές, ὥσπερ εἴρηται, τὰ δ᾿ ἄλλα ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐντελεχείᾳ, καὶ ἡ μὲν τοιαύτη φύσις δεκτικὴ φωτός.

ὅσα δὲ μὴ κεκοινώνηκεν τῆς τοιᾶσδε φύσεως, ἀνεπίδεκτα τούτου.

διὰ τοῦτο οὔτε διὰ τοίχου τὸ φῶς οὔτε διά τινος ἄλλου τῶν μὴ διαφανῶν χωρεῖ, ὅτι μόνη ἡ τοῦ διαφανοῦς φύσις πέφυκεν ταυτὶ πάσχειν.

τρόπον τινά, καθάπερ εἰρήκαμεν, ὡς οἰκεῖον χρῶμα τὸ φῶς δεχομένη.

χρωματίζεται δὲ ταῦτα καὶ φωτίζεται οὐ σώματός τινος χωροῦντος δι᾿ αὐτῶν, ἀλλ᾿ οὐδ᾿ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα δέχεται τὸ φῶς, παρουσία δὲ πυρὸς ἢ τοιούτου τινὸς ἐν διαφανεῖ ἡ αἰτία γε αὐτοῦ.

οὐ γὰρ πυρὸς παρουσία μόνον φωτίζει τὸ διαφανές, ἀλλ᾿ ἔστιν καὶ τὸ αἰθέριον σῶμα τοιοῦτον καὶ ἄλλα τινὰ μόρια ζῴων θαλαττίων τε καὶ χερσαίων καὶ πτηνῶν καὶ λίθων τινῶν γένη, ἃ πάντα, τοιαῦτά ἐστιν, οὐ ῥᾴδιον ἑνὶ περιλαβεῖν ὀνόματι.

διὸ ῥητέον τὸ φῶς πυρὸς ἢ τοιούτου τινὸς παρουσίαν ἐν τῷ διαφανεῖ εἶναι.

ἔτι εἰ τὸ σκότος, στέρησις ὂν φωτός, ἀπουσία τούτων ἐστὶν ἢ γίνεταί γε τῇ τούτων ἀπουσίᾳ, εὔλογον καὶ τὸ φῶς τὴν τούτων λέγειν εἶναι παρουσίαν.

ἢ γὰρ τοῦτ᾿ ἐστι τὸ φῶς καὶ τὸ σκότος, ἢ αἴτιά γε ταῦτα τούτων.

οὐ γὰρ πᾶν ὑπὸ παντὸς πάσχειν τε καὶ διατίθεσθαι φύσιν ἔχει, ἀλλὰ ἄλλα ὑπ᾿ ἄλλων παθητικά, ὥσπερ οὖν καὶ τὸ διαφανὲς ὑπὸ τῶν προειρημένων.

εἰ δέ ἐστιν ἐντελέχεια τοῦ διαφανοῦς τὸ φῶς, ἀσώματον ἂν εἴη.

κοινότερον δὲ φῶς καὶ τὸ πεφωτισμένον λέγομεν, ὅπερ ἤδη σῶμα.

δεδειγμένου δέ, ὅτι οὐκ ἔστι πάθος τὸ φῶς τοῦ διαφανοῦς (ἀλλ᾿ οὐδὲ τὸ χρῶμα πάθος οὐδ᾿ αὐτό, ἀλλὰ σχέσει τινὶ ἡ τούτων ἐν τῷ διαφανεῖ παρουσία), οὐκέτι γίνεται οὐδὲ τὸ θεῖον σῶμα παθητόν, εἰ δι᾿ αὐτοῦ τὰ ἄστρα ὁρᾶται.

οὐ γὰρ πάσχει τὸ διαφανὲς ὑπὸ τῶν ὁρατῶν, ὥσπερ οὖν οὐδ᾿ ὑπὸ τοῦ φωτός·

οὐδὲ γὰρ ἡμῖν παθεῖν ἐστι τὸ ἐν φωτὶ εἶναι, ἀλλ᾿ ἔοικεν τὸ φωτίζεσθαί τε καὶ τὸ χρώννυσθαι τοῖς διαφανέσιν παραπλησίως γίνεσθαι τῷ θεωρεῖν, ὃ ἅμα τε εὗρεν ὁ ζητῶν καὶ ἐπι- [*](1 διαφανὲς m2, διανὲς m1 V 3 πρόισιν V 10 ὕελοι] ὕ in lit. V ταύτῆς sic V 13 τοιᾶσδε V: τοιαύτης a 14 διὰ τοῦτο om. a 15 ταυτὸ a πάσχειν] π in lit. V 16 καθάπερ εἰρήκαμεν] cf. v. 6 τρόπον τινὰ] cf. ὅσα μὲν οἰκεῖον πέρας οὐκ ἔχει, ταῦτα δὲ μηδὲ χρῶμα ἔχειν οἰκεῖον 46,8 18 δέχεται τὸ] ἔχεται τ in lit. V 19 παρουσία a: παρουσίᾳ V ἡ a: ἡ V 20 παρουσία ι v. c. (?) adscripsit 22 πάντα] ν in lit. V 24 τῷ V: τὸ a 31 ὅτι V: ἄρα a 32 sc. τῶν χρωμάτων 36 χρώνυσθαι a 37 εὗρεν V ex. Vict.: εὗρον a)

145
στήμων ἐστίν, οἷον θιγόντος τοῦ νοῦ καὶ διὰ παρουσίαν τοῦ ἐπιστητοῦ ἐπιστήμονος γενομένου.

οὕτω καὶ τὸ δυνάμει διαφανὲς διὰ παρουσίαν πυρὸς ἢ τοιούτου τινὸς ἀθρόως φωτίζεται, τὸ δὲ πεφωτισμένον πάλιν καὶ κατ᾿ ἐνέργειαν διαφανὲς ὑπὸ τῆς τῶν χρωμάτων παρουσίας εἰδοποιεῖταί πως τῶν χρωμάτων ὁμοίως τῷ φωτὶ γινομένων ἐν αὐτῷ.

οὕτως δὲ οὐδὲ ἡ σελήνη, [*](153r) εἰ καὶ φωτίζεται ὑπὸ τοῦ ἡλίου, πάσχειν ἂν λέγοιτο.

ὡς γὰρ τὸ ἐπισκιαζόμενον οὐ πάσχει, οὕτως οὐδὲ τὸ φωτιζόμενον.

τὸ δὲ ἀπελθόντων τῶν ὁρωμένων ἔτι τινὰ δοκεῖν καταλείπεσθαι τῶν χρωμάτων ἐν τοῖς ὀφθαλμοῖς τοῖς ἰδοῦσιν οὐκ ἔστιν σημεῖον ἀλλοιώσεως.

τοῦτο γὰρ οὐχ ᾗ διαφανὲς πάσχει, ἀλλ᾿ ἔμψυχόν τε καὶ φαντασιοῦσθαι δυνάμενον.