De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὕτως δὲ τοῦ ὁρᾶν γινομένου, οὐ κατὰ πάθος καὶ ἀλλοίωσιν τοῦ μεταξύ, ἀλλὰ κατὰ σχέσιν, λύεται καὶ ἡ ἀπορία, ἣν ἀποροῦσίν τινες, πῶς οἷόν τε τοὺς τὰ διαφέροντα ἢ καὶ ἐναντία ὁρῶντας ἀλλήλοις διαγώνια κείμενα ὁρᾶν.

ὁ γὰρ μεταξὺ ἀὴρ καθὸ συμβάλλει ἀλλήλοις τὰ χρώματα, τοῦτο δέ ἐστι καθὸ τέμνουσιν ἄλληλα, αὐτῶν τὰ διαγώνια ὁρώντων, ἅμα δόξει τὰ ἐναντία χρώματα ἀναδέχεσθαι.

τοῦτο δὴ λύεται τῷ μὴ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ κατὰ σχέσιν τὴν τοῦ ὁρωμένου πρὸς αὐτὸν ἐμφαίνεσθαι ἐπ᾿ εὐθείας τοῦ ὁρωμένου τὸ χρῶμα.

οὐδὲν γὰρ κωλύει τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μὴ τὴν αὐτὴν σχέσιν φυλάττειν, ὥσπερ οὖν καὶ τὸ αὐτὸ οὐδὲν κωλύει τοῦ μὲν ἥμισυ εἶναι, τοῦ δὲ διπλάσιον.