De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

νοῶν δὲ τὰ νοητά, ἃ μή ἐστιν νοῦς πρὸ τοῦ νοεῖσθαι, καὶ αὑτὸν ὡς τοιοῦτον νοεῖ ὡς ἕν τι τῶν νοητῶν.

γίνεται οὖν κατὰ συμβεβηκὸς αὑτὸν νοῶν ὁ νοῦς οὗτος ἀπὸ τοῦ ὑλικοῦ νοῦ προϊών.

καὶ ὁ πρῶτος δὲ νοῦς καὶ ἐνεργείᾳ νοῦς αὑτὸν νοεῖ παραπλησίως καὶ διὰ τὴν αὐτὴν αἰτίαν.

ἀλλ᾿ ἐκεῖνος πλέον τι παρὰ τοῦτον ἔχει.

οὐδὲν γὰρ ἄλλο ἢ αὑτὸν νοεῖ.

τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς αὑτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ αὑτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ 〈ἀεὶ〉 ἐνεργείᾳ νοοῦντος.

ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς μόνος·

ἀεὶ ἄρα αὑτὸν νοήσει.

μόνον δέ, καθόσον ἐστὶν ἁπλοῦς.

ὁ γὰρ ἁπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός.

ἀμιγὴς γὰρ οὗτος καὶ ἄϋλος καὶ οὐδὲν ἔχων ἐν αὑτῷ δυνάμει.

αὑτὸν ἄρα μόνον νοήσει.

καθὸ μὲν ἄρα νοῦς ἐστιν, αὑτὸν ὡς νοητὸν νοήσει, [*](1 νοῦς om. M καὶ τῶν] αὐτῶν M 2 οὐδὲ M νοῆται M 4 τέ om. M ἔστι καὶ λέγεται] cf. εὑρίσκεται καὶ ἔστι 159r12 καλεῖται καὶ ἔστι 153v26 αὑτὸν V: αὐτον M: ἑαυτὸν Ka 7 αὐτὸν M 11 δὲ VKa: ἂν M αὑτῆς scripsi: αὐτῆς VMKa 12 ταυτὰ M ex. Vict.: ταῦτα VKa ὡς γὰρ ἔφαμεν] 108,10 14 αὐτοῖς M: αὐτῆς VKa 15 αὑτὸν V: αὐτὸν MKa αὐτὸς VKM: αὑτὸς a 16 fortasse νοητοῦ 〈αὑτοῦ〉 ἀντιλήψεται 19 ἐνοεῖτο V: ἐννοεῖτο M: ἐννοεῖ τὸ Ka 20 ἐννόει M 21 ἐστιν scripsi: εἰσιν VMKa 22 αὑτὸν om. 23 αὑτὸν ννοεῖ sic V 25—110,2 οὐδὲν γὰρ ἄλλο—νοήσει] cf. Ps. Al. in met. 673, 19—27 25 αὑτὸν V: αὐτὸν MKa τὸ M πρὸ M αὐτοῦ VMKa 26 αὑτοῦ V: ἑαυτοῦ M: αὐτοῦ Ka 27 〈ἀεὶ〉 Freudenthal addit cf. Ps. Al. v. 21 δὲ VKa: δι᾿ 28 μόνον] μᾶλλον Ps. Al. 23 30 οὗτος VKM ex. Vict.: οὖ τις a αὑτῷ V: αὐτῷ MKa 31 γὰρ ἄρα μόνον M μὲν ἄρω] μὲν γὰρ Ps. Al. 25)

110
καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, αὑτὸν ἀεὶ νοήσει, καθὸ δὲ ἁπλοῦς μόνος, αὑτὸν μόνον νοήσει.

αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστιν καὶ μόνος ἁπλοῦς τῶν νοητῶν ἐστιν αὐτός.

Ἤκουσα δὲ περὶ νοῦ τοῦ θύραθεν παρὰ Ἀριστοτέλους, ἃ διεσωσάμην.

τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν, ταῦτα ἐλέγετο εἶναι·

ἥ τε ἀπὸ τῶν αἰσθητῶν ἀναλογία καὶ ἡ ἐπὶ τῶν γινομένων ἁπάντων.

ὥσπερ γὰρ ἐπὶ πάντων τῶν γινομένων ἐστί τι τὸ πάσχον, ἔστι τι καὶ τὸ ποιοῦν καὶ τρίτον ἐκ τούτων τὸ γινόμενον (καὶ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως·

ἔστι γὰρ πάσχον τὸ αἰσθητήριον, ποιοῦν δὲ τὸ αἰσθητόν, γινόμενον δὲ ἡ ἀντίληψις ἡ διὰ τοῦ αἰσθητηρίου τοῦ αἰσθητοῦ), τὸν αὐτὸν τρόπον δὴ καὶ ἐπὶ τοῦ νοῦ ὑπελάμβανεν δεῖν εἶναί τινα ποιητικὸν νοῦν, ὅστις τὸν δυνάμει νοῦν καὶ ὑλικὸν εἰς ἐνέργειαν ἄγειν δυνήσεται (ἔστι δὲ ἐνέργεια τὸ αὑτῷ ποιεῖν νοητὰ πάντα τὰ ὄντα).

ὥσπερ γάρ ἐστιν αἰσθητά, ἃ κατ᾿ ἐνέργειαν καὶ ἐνεργείᾳ τὴν αἴσθησιν ποιεῖ, οὕτω δεῖ εἶναί τινα καὶ τὰ τὸν νοῦν ποιοῦντα ἐνεργείᾳ ὄντα αὐτὰ νοητά.