De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὗτος μὲν οὖν ὁ νοῦς ὑλικὸς ὢν ἐν πᾶσίν ἐστι τοῖς τῆς τελείας ψυχῆς κεκοινωνηκόσιν, τουτέστιν ἀνθρώποις.

Ἄλλος δέ ἐστιν ὁ ἤδη νοῶν καὶ ἕξιν ἔχων τοῦ νοεῖν καὶ δυνάμενος τὰ εἴδη τῶν νοητῶν κατὰ τὴν αὑτοῦ δύναμιν λαμβάνειν, ἀνάλογον ὢν τοῖς τὴν ἕξιν ἔχουσιν τῶν τεχνιτῶν καὶ δυναμένοις δι᾿ αὑτῶν ποιεῖν τὰ κατὰ τὴν τέχνην.

ὁ γὰρ πρῶτος οὐ τούτοις ἦν ἐοικώς, ἀλλὰ μᾶλλον τοῖς δυναμένοις τὴν τέχνην ἀναλαβεῖν καὶ γενέσθαι τεχνίταις.

καὶ ἔστιν οὗτος ὁ ὑλικὸς ἕξιν ἤδη καὶ τὸ νοεῖν τε καὶ ἐνεργεῖν προσειληφώς.

ὁ τοιοῦτος νοῦς ἐν τοῖς τελειοτέροις ἐστὶν ἤδη καὶ νοοῦσιν.

οὗτος μὲν οὖν ὁ δεύτερος νοῦς ἐστι.

Τρίτος δέ ἐστι νοῦς παρὰ τοὺς προειρημένους δύο ὁ ποιητικός, δι᾿ ὃν ὁ ὑλικὸς ἐν ἕξει γίνεται, ἀνάλογον ὢν οὗτος ὁ ποιητικός, ὥς φησιν ὁ Ἀριστοτέλης τῷ φωτί.

ὡς γὰρ τὸ φῶς αἴτιον γίνεται τοῖς χρώμασιν τοῦ δυνάμει οὖσιν ὁρατοῖς ἐνεργείᾳ γίνεσθαι τοιούτοις, οὕτως καὶ οὗτος ὁ τρίτος νοῦς τὸν δυνάμει καὶ ὑλικὸν νοῦν ἐνεργείᾳ νοῦν ποιεῖ ἕξιν ἐμποιῶν αὐτῷ τὴν νοητικήν.

ἔστι δὲ οὗτος τὸ τῇ αὑτοῦ φύσει νοητὸν καὶ ἐνεργείᾳ [*](2 ἀφῆ δὲ om. 3 τῶν δὲ VKa: ἀλλὰ τῶν M 4 ἀδυνάτου M 5 γεννητὸν MKa 6 ἀδύνατον ἦν τὴν M 7 τις VKa: τίς ἐστι 8 οὐδὲν αὐτῶν M fortasse οἶόν τέ τι 11 γὰρ om. 13 αἰσθητῶν V: αἰσθήσεων MKa 14 fortasse ἔστι γάρ τι ut v. 16 οὐδέ ἐστί τι τῶν ὄντων ὅλως ἐνεργείᾳ 15 ἐνέργεια M 16 πάσχον M 17 τὸ om. Ka δυνάμενον] ν post ο in lit. V 19 οὖν om. M 20 κεκοινωκόσι M 21 „περὶ τοῦ ἐν ἕξει νοῦ. “ ἄλλος δέ VMKa 22 αυτοῦ V: αὐτοῦ MKa ὢν corr. ex. οὖν (?) K 23 αὐτῶν VKMa 28 νοῦς om. 29 „περὶ τοῦ ποιητικοῦ νοῦ“. τρίτος δέ VKMa νοῦς ὁ παρὰ MKa εἰρημένους MKa 30 ὥς φησιν κτλ.] Ar. de an. 3,5. 430a15 ὁ om. MKa 34 αὐτοῦ MKa καὶ —τοιοῦτον om. M)

108
τοιοῦτον·

τοῦτο γὰρ ποιητικόν τε τοῦ νοεῖν καὶ εἰς ἐνέργειαν ἄγον τὸν ὑλικὸν νοῦν.

νοῦς οὖν καὶ αὐτός·

τὸ γὰρ ἄϋλον εἶδος, ὅπερ ἐστὶ μόνον τῇ αὑτοῦ φύσει νοητόν, νοῦς.

// τὰ μὲν γὰρ ἔνυλα εἴδη ὑπὸ τοῦ νοῦ νοητὰ γίνεται ὄντα δυνάμει νοητά.

χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ᾿ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν.

ὅταν νοῆται, ἐνεργείᾳ τε νοητὸν καὶ νοῦς γίνεται οὐ πρότερον οὐδὲ τῇ [*](144v) αὑτῶν φύσει ὄντα τοιαῦτα.

ὁ γὰρ κατ᾿ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν, ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν νοῦς, ὅταν νοῆται, γίνεται.

ὡς γὰρ ἡ κατ᾿ ἐνέργειαν ἐπιστήμη ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν ἐπιστητῷ, καὶ ὡς ἡ κατ᾿ ἐνέργειαν αἴσθησις ἡ αὐτὴ τῷ κατ᾿ ἐνέργειαν αἰσθητῷ, καὶ τὸ κατ᾿ ἐνέργειαν αἰσθητὸν τῇ κατ᾿ ἐνέργειαν αἰσθήσει, οὕτως δὲ καὶ ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ κατ᾿ ἐνέργειαν νοητῷ καὶ τὸ κατ᾿ ἐνέργειαν νοητὸν τῷ κατ᾿ ἐνέργειαν νῷ.

ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαμβάνων καὶ χωρίζων αὐτὸ τῆς ὕλης κατ᾿ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ νοῦς αὐτὸς κατ᾿ ἐνέργειαν γίνεται.

εἰ δή τι τῶν ὄντων ἐστὶν ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει καὶ ἐξ αὑτοῦ τὸ εἶναι τοιοῦτον ἔχον τῷ ἄϋλον εἶναι, οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ, τὸ τοιοῦτον ἐνεργείᾳ νοῦς ἐστιν ἀεί.

νοῦς γὰρ τὸ κατ᾿ ἐνέργειαν νοητόν.