De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Νοῦς ἐστι κατὰ Ἀριστοτέλη τριττός, ὁ μὲν γάρ τίς ἐστι νοῦς ὑλικός.

ὑλικὸν δὲ λέγω οὐ τῷ ὑποκείμενόν τινα εἶναι ὥσπερ τὴν ὕλην (ὕλην γὰρ λέγω ὑποκείμενόν τι δυνάμενον εἴδους τινὸς παρουσίᾳ τόδε τι γενέσθαι), ἀλλ᾿ ἐπεὶ τῇ ὕλῃ τὸ εἶναι ὕλῃ ἐν τῷ δύνασθαι πάντα, ἐν ᾧ τὸ δύνασθαι καὶ αὐτὸ τὸ δυνάμει, καθόσον ἐστὶ τοιοῦτον, ὑλικόν.

καὶ δὴ καὶ νοῦς ὁ μήπω μὲν νοῶν, δυνάμενος δὲ τοιοῦτος γενέσθαι, ὑλικός, καὶ ἡ δύναμις ἡ τοιαύτη τῆς ψυχῆς ὁ ὑλικὸς νοῦς, οὐδὲν μὲν ἐνεργείᾳ τῶν ὄντων ὤν, δυνάμενος δὲ πάντα γίνεσθαι, εἴ γε πάντων τῶν ὄντων οἷόν τε νόησιν γενέσθαι.

τὸ γὰρ πάντων μέλλον ἀντιλήψεσθαι οὐδὲν αὐτῶν εἶναι δεῖ κατὰ τὴν οἰκείαν φύσιν ἐνεργείᾳ.

παρεμφαινόμενον γὰρ τὸ οἰκεῖον εἶδος αὐτοῦ ἐν ταῖς τῶν ἐκτὸς ἀντιλήψεσιν ἔμελλεν ἐμπόδιον γίνεσθαι ταῖς ἐκείνων νοήσεσιν.

οὔτε γὰρ αἱ αἰσθήσεις τούτων ἀντιλαμβάνονται, ἐν οἷς τὸ εἶναι αὐταῖς.

διὰ τοῦτ᾿ οὖν ἡ μὲν ὄψις χρωμάτων οὖσα ἀντιληπτικὴ ἄχρουν τὸ ὄργανον ἔχει, ἐν ᾧ τέ ἐστι καὶ δι᾿ οὗ ἡ ἀντίληψις αὐτῇ. ἄχρουν γὰρ τὸ ὕδωρ οἰκείῳ [*](4 τό τε V: τὸ Ka 5 κινεῖ δὲ κτλ.] cf. p. 21, 24 sq 9 βοῦς VK: βοῦν a ἄμαξαν a 11 νοεῖν τε καὶ V: νοεῖσθαι καὶ K: νοεῖν καὶ a 12 νοηθῆναι] η post ο in lit. V 14 αἴτιαι Ka: αἰτιαι V 15 τὴν om. Ka 19 κατ᾿ ἀριστοτέλην MKa ὁ μὲν γάρ τις] cf. 76,9 ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετική . . , τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι et 81, 8 ἡ μέν τίς ἐστι δόξαστική, ἡ δὲ 22 ὕλῃ ἐν scripsi: ὕλη ἐν VMKa ὕλη εἶναι M πάντας M fortasse πάντα ⟨γίνεσθαι⟩ cf. v. 26 ἐν ᾧ τὸ δύνασθαι] incipit apodosis 24 νοῶν supra lin. m¹ 28 παρεμφαινόμενον γὰρ κτλ.] cf. p. 84, 15 et adn. 29 ἔμελλεν VM: ἔμελεν Ka 30 οὔτε] fortasse οὐδὲ cf. Ind. οἰς M: αἷς VKa αὐταῖς εἶναι M 31 τοῦο οὖν M 32 αἰτήληψις a)

107
χρώματι.

ἀλλὰ καὶ ἡ ὄσφρησις ἐξ ἀέρος (ἄοσμος δὲ οὗτος), ὀσμῶν δέ ἐστιν ἀντιληπτική·

καὶ ἡ ἁφὴ δὲ τῶν μὲν ὁμοίως αὐτῇ θερμῶν ἢ ψυχρῶν ἢ σκληρῶν ἢ μαλακῶν οὐκ αἰσθάνεται, τῶν δὲ παρηλλαγμένων ἐπὶ τὸ μᾶλλον ἢ ἧττον.

τοῦτο δέ, ἐπεὶ ἦν ἀδύνατον σῶμα οὖσαν μὴ ταύτας ἔχειν τὰς ἐναντιώσεις.

πᾶν γὰρ σῶμα φυσικόν τε καὶ γενητὸν ἁπτόν.

ὡς οὖν ἐπὶ τῶν αἰσθήσεων ἀδύνατον τὴν ἔχουσάν τι τούτου οὗ ἔχει εἶναι ἀντιληπτικήν τε καὶ κριτικήν, οὕτως, ἐπεὶ καὶ ὁ νοῦς ἀντίληψίς τις καὶ κρίσις τῶν νοητῶν, οὐδὲ αὐτὸν οἷόν τε εἶναι τῶν κρινομένων ὑπ᾿ αὐτοῦ.

πάντων δὲ τῶν ὄντων ἐστὶν ἀντιληπτικός, εἴ γε πάντα ἔστι νοεῖν.

οὐδὲν ἄρα τῶν ὄντων ἐστὶν ἐνεργείᾳ, δυνάμει δὲ πάντα.

τοῦτο γάρ ἐστιν αὐτῷ τὸ εἶναι νῷ.

αἱ μὲν γὰρ αἰσθήσεις γινόμεναι διὰ σωμάτων οὐκ εἰσὶν μὲν ταῦτα ὧν ἀντιλαμβάνονται, ἄλλα δέ τινά ἐστιν ἐνεργείᾳ, ἔστι δὲ ἡ δύναμις σώματός τινος.

διὸ καὶ τοῦ σώματός τι πάσχοντος ἡ τῶν αἰσθητῶν ἀντίληψις.

καὶ διὰ τοῦτο οὐ πάντων πᾶσα αἴσθησις ἀντιληπτική.

ἔστι γάρ τις καὶ αὐτὴ ἤδη ἐνεργείᾳ.

ὁ δὲ νοῦς οὔτε διὰ σώματος ἀντιλαμβανόμενος τῶν ὄντων, οὔτε σώματος δύναμις ὤν, οὐδὲ πάσχων, οὐδέ ἐστί τι τῶν ὄντων ὅλως ἐνεργείᾳ, οὐδέ ἐστι τόδε τι τὸ δυνάμενον, ἀλλ᾿ ἔστιν δύναμίς τις ἁπλῶς τῆς τοιᾶσδε ἐντελεχείας τε καὶ ψυχῆς εἰδῶν καὶ νοημάτων δεκτική.