De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

ὁ δὲ Θεόδωροϲ ἐν τῷ ος, αὑτοῦ ϲυγγράμματι περὶ φρύνου τῆϲ [*](36 1) τε ἰδέαϲ καὶ τῆϲ φύϲεωϲ ἡμῖν ἐξηγούμενοϲ οὕτωϲ λέγει· ὁ φρῦνοϲ βατράχου εἶδοϲ εἶναί μοι δοκεῖ, ὑδρόβιον δὲ τὸ ζῷον καὶ ἐκ τῆϲ λιμνοβίου φύϲεωϲ μεταβεβληκὸϲ ἐπὶ τὸ χερϲόβιον.

φρῦνοϲ δὲ προϲαγορεύεται 2 ἐμφερῶϲ τῷ χερϲύδρῳ, δυϲαλθῆ δὲ τὴν κάκωϲιν παρέχει τοῖϲ ἐντυγχάνουϲιν· ἔϲτι γὰρ τὸ ζῷον ἐπιμέγεθεϲ, ὡϲ μηδὲν ἀποδεῖν βραχείαϲ χελώνηϲ, τραχύνεταί τε τὰ νῶτα καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύματοϲ ἐμπλήϲει διοιδεῖ.

τολμηρότερον δὲ ἀμύνεται πρὸϲ τὸ ἄντικρυϲ 3 καὶ τοῖϲ πηδήμαϲιν τὸ μεταξὺ ϲυναίρει διάϲτημα, ϲπανίωϲ δὲ δήγμαϲιν χρῆται. ἄϲθμα δὲ πέφυκεν ἰῶδεϲ ἐμποιεῖν ϲφόδρα, ὡϲ κἂν μόνον προϲθίγη τῷ ἄϲθματι, βλάπτειν τοὺϲ πληϲίον γινομένουϲ. πλείονα δὲ περὶ τοῦ ζψου ἱϲτορούμενα παραπέμπομαι, ὡϲ μόνα τὰ χρηϲιμώτερα παραθέϲθαι ϲπουδάζων.

παρακολουθεῖ δὲ τοῖϲ ὑπὸ τούτου πεπληγμένοιϲ οἴδημα ὅλου τοῦ 4 ϲώματοϲ καὶ κατάρρηξιϲ καὶ ϲύντομοϲ ἀπώλεια. τὰ οὖν ἁρμόζοντα τούτοιϲ βοηθήματα προϲενεκτέον ἐκ τῶν παραδεδομένων, λέγω δὴ τῶν καθολικῶν καὶ κοινῶν ἀντιδότων καὶ τῆϲ ἄλληϲ ἀκολούθου διαίτηϲ.