De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

ἡ δὲ καῦϲιϲ τὸ ἀνυϲιμώτατον ἐπὶ πάντων τῶν ἰοβόλων ἐϲτὶ βοήθημα· τὸ γὰρ πῦρ, πάϲηϲ τῆϲ ἄλληϲ δυνάμεωϲ εὐτονώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φἑρεϲθαι τὸν ἰὸν ἐϲωτέρω, ὁμοῦ δὲ ἀναλίϲκει τὸ κρατηθὲν αὐτοῦ μέροϲ, τῇ δ’ ἑξῆϲ θεραπείᾳ προκαταβολὴν οὐ τὴν τυχοῦϲαν ἐργάζεται, παραμενούϲηϲ τῆϲ ἑλκώϲεωϲ ἐπὶ πλέον μετὰ τὴν ἔκπτωϲιν τῆϲ ἐϲχάραϲ· ἐν τοῖϲ μάλιϲτα δὲ καὶ τούτου φροντιϲτέον,

2 ὅπωϲ μὴ τάχιον τῶν τεϲϲαράκοντα | ἡμερῶν αἱ οὐλαὶ ϲυγκλειϲθεῖεν, ἀλλ’ ἐπὶ πολὺ τὰϲ ἑλκώϲειϲ τηρητέον, εἰ οἶόν τε, καὶ ἐπιφλεγμαινούϲαϲ καὶ ἐπιρρυπαινομέναϲ.

3 παρέξει δὲ αὐταῖϲ τὸ τοιοῦτο τάριχοϲ δριμύτατοϲ ἐπιτιθέμενοϲ, καὶ ϲκορόδων ἄγλιθεϲ λελειοτριβημέναι, [*](22 SIM. Damocrat. (Gal. XIV 200); Orib. IV 624.) [*](22 EXC. Ps. D. l. s 61.) [*](1 verba τριπλάϲιον — εἰρήκαμεν in brenius contraxit D 8 — 9 τὸ ἀπάν- θρωπον D: τὸν ἄνον P 12 τοῦ ἰοῦ D: τοὺϲιουϲ P 16 δὲ addidi e D ἐπιτελευτέον P: correxi: ἀποτελεϲτέον D 17 ἀμυχαῖϲ D: μυχαῖϲ P 18 γενο- μένη D εἰϲειϲω P: correxi 19 ἡ D: εἰ P παραράϲχοι P 22 cap. num. addidi καυϲτῆροϲ P: correxi coll. indice 23 τὸ om. D: delevi τῶν adiidi 26 ἐφεξῆϲ D 32 ϲκόροδον ἄγριον (άγλυον V M) λελειοτριβημένον D λελειοτριβημένον P: correxi)

7
κρόμμυά τε ὡϲαύτωϲ, καὶ ὀπὸϲ μάλιϲτα μὲν ὁ Κυρηναικὸϲ ἢ ὁ [*](3 3) Μηδικὸϲ ἢ ὁ Παρθικόϲ. καὶ κόκκοι δὲ πυρῶν ἐπιτιθέϲθωϲαν, καὶ μεμαϲημένοι μὲν καὶ ἀμάϲητοι· διαφυϲώμενοι γὰρ ὑπὸ τῆϲ βροχῆϲ ἀνευρύνουϲιν τὰ τραύματα.

τινὲϲ δὲ οἴονται τοὺϲ μεμαϲημένουϲ ἀντιπαθέϲ 4 τι ἔχειν ἀπὸ τῆϲ τῶν διαμαϲηϲαμένων νηϲτείαϲ· οὐ μὴν τοῦτο βέβαιόν ἐϲτιν, ἀλλ’ ἑκατέρωϲ αὐτοῖϲ χρηϲτέον.

εἰ δ’ ὅπερ γίνεται πλειϲτάκιϲ 5 αἱ· οὐλαὶ ϲυνερχόμεναι φθάνοιεν πρὸ τῶν τεϲϲαράκοντα ἡμερῶν, διὰ χειρὸϲ αὐτὰϲ ἀναξαίνειν προϲήκει, περιϲαρκίζονταϲ καὶ ἐντέμνονταϲ καὶ ἐπικαίονταϲ πάλιν, ἐὰν οὕτω τύχῃ· καὶ ἐκ τρίτου τε καὶ τετάρτου τὰ αὐτὰ ποιητέον. παρελθούϲηϲ δὲ τῆϲ ὡριϲμένηϲ προθεϲμίαϲ, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖϲ ἕλκεϲιν, ἐμπλάϲτρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ καὶ ϲιναπιϲτέον.