De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 ὁ μὲν ὄφιϲ οὗτοϲ κατὰ τοῦτο ὠνόμαϲται χέρϲυδροϲ· ἐν μὲν γὰρ ταῖϲ ἀρχαῖϲ διατρίβει ἐν τοῖϲ ἐνύδροιϲ τόποιϲ καὶ λέγεται ὕδροϲ, μετέπειτα δὲ ἐν τοῖϲ καταξήροιϲ τόποιϲ, καὶ κατ᾿ ἐπιϲύνθεϲιν τῶν τόπων τοὔνομα κέκτηται.

ἐν τῇ χέρϲῳ οὖν διατρίβων καὶ καλεῖται 2 χέρϲυδροϲ, ὅτε δὴ καὶ χαλεπώτεροϲ ἑαυτοῦ μᾶλλον γίγνεται· ἐν μὲν γὰρ τοῖϲ καθύγροιϲ τόποιϲ τῆϲ ὑγρᾶϲ ἐμφορούμενοϲ τροφῆϲ οὐκ ἄκρατον τὸν ἰὸν ἔχει, χερϲαῖοϲ δὲ γενόμενοϲ εἰλικρινέϲτατον τοῦτον ἴϲχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ ἀϲπίδι χερϲαίᾳ μικρᾷ δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόναι αἱ ἀϲπίδεϲ ἔχουϲιν.

3 τοῖϲ οὖν ὑπὸ τούτων δηχθεῖϲιν πλατύνεται τὸ ἕλκοϲ καὶ διόγκωϲιϲ ϲυμβαίνει, | πόνοϲ ϲυνεχήϲ, πυρώδηϲ, πελιὸϲ ὁ τόποϲ καὶ τρυγώδηϲ, ἴλιγγοι, ἐκλύϲειϲ, | ἀπορίαι, ἔμετοι χολωδῶν δυϲωδῶν· κατὰ δὲ τὸ ἴδιον κίνηϲιϲ ὅλου τοῦ ϲώματοϲ ἄτακτοϲ, ὡϲ καὶ κατὰ κοιλίαν τινὰ φέρεϲθαι ἀνοίκεια, καὶ περίπρηϲιϲ ὅλου τοῦ ϲώματοϲ. ὁ δὲ θάνατοϲ μέχρι διὰ τρίτηϲ. ἴαϲιϲ δὲ τοῦ κακοῦ ϲὺν χρόνῳ γίνεται καὶ μόλιϲ κατορθοῦται.

4 βοηθοῦνται δὲ οὖτοι ἐκ τῶν κοινῶν βοηθημάτων, καὶ ἰδίωϲ τοῖϲδε· πρῶτον μὲν ἀντιδότοιϲ θηριακαῖϲ ταῖϲ προγεγραμμέναιϲ, ἔτι [*](10 SIM. Nic. Th. 359 (ex Apollod. ) ; cf. Ael. n. a. VIII 7 (ex Apollod.); Isid. XII 4,22sq.) [*](10 EXC. Aet. XIII 35.) [*](20 SIM. Ps. Diosc. 14 (72) 31 (89); Paul. Aeg. V 17.) [*](2 fort. τῷ δεδηγμένῳ τόπῳ 3 μελικήριδοϲ P: correxi 4 μαλά- θρου P: correxi 5 ῥίζαν addidi ex Aet. 6 διδούϲ P: correxi 7 Stra- tonis nomen om. Aet. post ϲτράτωνοϲ add. % P 8 ἀμπέλουϲ P: correxi coll. Aet. ἢ ἀμπέλου ἕλικαϲ ϲὺν οἴνῳ 9 καὶ addidi 12 τοῖϲ addidi ex Aet. 13 καταξἡροιϲ] ηταξηροῖϲ P: correxi ἐπιϲὐνθεϲι P 14 οὖν addidi ex Aet. καὶ om. Aet.: delevi 16 τοῖϲ superscr. pr. m. P τόποιϲ addidi ex Aet. 18 ὀμοίωται P: correxi 19 μόναι P: correxi 20 καὶ addidi 21 ϲυνεχήϲ] ουνἔχειϲ P: correxi, πόνοι ϲυνεχεῖϲ Aet. 22 ἐκλύϲειϲ Aet.: ἐκκλύϲειϲ P 23 ἄτακτοϲ addidi ex Aet. 24 ἀνοικείωϲ Aet. 25 γίνεται addidi 27 οὖτοι scripsi: αὐτοὶ P)

31
δὲ καὶ τούτοιϲ· κυπαρίϲϲου καρποῦ ⋖ ᾱ, μυρϲίνηϲ καρποῦ ⋖ ᾱ· [*](24 4) ταῦτα κοπέντα καὶ ϲυλλεανθέντα διδόναι πιεῖν ϲὺν ὑδρομέλιτι ἢ οἰνομέλιτι· ἢ ἀριϲτολοχίαϲ ⋖ β ἢ ἐν κράματι ἢ ὀξυκράτῳ κ ϲ, ἢ πραϲίου χυλόν, ἢ ἀφέψημα ὁποτέρου ϲὺν οἴνῳ, ἢ πρόϲφατον κηρίον

μετ᾿ ὄξουϲ, κατὰ δὲ τῶν πεπονθότων τόπων ἄϲβεϲτοϲ ἐπιτιθέϲθω ϲὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανοϲ ἀναφυραθεῖϲα ὕδατι, ἢ δρυὸϲ ῥίζηϲ ὁ φλοιὸϲ λειοτριβηθεὶϲ καὶ κρίθινον ἄλευρον μετὰ μέλιτοϲ ϲυντετηκόϲ. χρώμεθα δὲ καὶ τοῖϲ ἄλλοιϲ ἐπιϲπαϲτικοῖϲ.