De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

τὰ ζῷα ταῦτά ἐϲτι μὲν κατὰ χρόαν ψαμμώδη, κατὰ δὲ μέγεθοϲ 1 παλαιϲτῶν τριῶν, ἀγόμενα μὲν εἰϲ μικρὸν καὶ μείουρον. ἕρπει δὲ ἐπ’ εὐθεῖαν καὶ βραδέωϲ, καθ’ ὅλον δὲ τὸ ϲῶμα διακεκόϲμηται ϲτιγμαῖϲ πολλαῖϲ λευκαῖϲ καὶ μελαίναιϲ. λέγεται δὲ καὶ πεφολιδῶϲθαι τραχυτάταιϲ φολίϲιν, ἐν δὲ τῇ πορείᾳ ἦχον ἐξακούεϲθαι ϲυριγμοῦ παραπλήϲιον.

ἡ μὲν 2 οὖν θήλεια ἐγκειμένη τῇ γαϲτρὶ ἐπὶ γῆϲ ἕρπει, καὶ ἡ ἕδρα αὐτῆϲ περὶ τὴν οὐρὰν κάτω τέτακται, ἐπὶ δὲ τοῦ ἄρρενοϲ πρὸϲ τῇ γαϲτρί.

παρέπεται δὲ τούτων τοῖϲ δήγμαϲιν τόποϲ ἔναιμοϲ καὶ κακόχρουϲ, μελανίζων, μηδὲν ἀποκρίνων εἰ μὴ ὀλίγον ὑδατῶδεϲ, ϲτομάχου πόνοϲ, δύϲπνοια, αἱμορραγία διὰ τῶν μυκτήρων καὶ ἀπὸ τῶν τρήϲεων τοῦ δήγματοϲ, καὶ οὐλαί, ὅϲαι εἰϲὶ κατὰ τὸ ϲῶμα, ἀπορρήγνυνται καὶ αἱμορροοῦϲιν.

καὶ ταῦτα μὲν ἐπὶ τοῦ ἄρρενοϲ, ἐπὶ δὲ τῆϲ αἱμορροίδοϲ πρὸϲ τούτοιϲ καὶ κανθοὶ αἱμορροοῦϲιν καὶ 3 οὖλα τῶν ὀδόντων, καὶ ἐκ τῶν ῥιζῶν τῶν ὀνυχίων καὶ ἁπλῶϲ διὰ παντὸϲ τοῦ ϲώματοϲ φέρεται τὸ αἷμα· ϲυμβαίνει δὲ πρὸϲ τούτοιϲ καὶ ϲῆψιϲ οὔλων καὶ ἔκπτωϲιϲ ὀδόντων.

ἐπιμελεῖϲθαι δὲ τούτων χρὴ πρῶτον μὲν πρὸϲ τὴν αἱμορραγίαν ἐνιϲτάμενον, εἶτα καταπλάϲϲειν τὸ δῆγμα ἀμπέλου φύλλοιϲ ἑφθοῖϲ μετὰ 4 [*](10 SIM. Nic Th 282 sq. (ex Apollod.); Sostr (Aet. n. a. XV 13); (Gal. XIV 234 ; schol. Nic. Th 303 (ex Apollod. cf. 0. Schneider Nic. 197); Isid. XII 4. 15.) [*](10 EXC. Aet. XIII 23.) [*](18 SIM Ps. D. 12 (70); P Paul. Aeg. V 16.) [*](27 SIM. Ps. D. 30 (88); P Paul. Aeg. l. s.) [*](9 δναφίδων P: correxi 11 τὸ μέγεθοϲ Aet. 12 μὲν delevi. μύουρον P: correxi coll. c. 27 14 τραχυτέραιϲ Aet.: παχύτητα ταῖϲ P correxi 16 θήλεια Aet.: θηλείαϲ P 16 —17 περὶ τὴν οὐρὰν addidi ex Aet 18 τὸ χρῶμα τοῦ δηχθέντοϲ τόπου ἔναιμον Aet. 20 αἱμορραγία addidi e (Gal. XIVP 234 cf. Aet. εἰτα αἷμα ἀναφέρεται ἀπὸ τῶν μυκτήρων καὶ ἀπὸ τῶν τρήϲεων τοῦ δήγματοϲ τῶν addidi ex Aet. 21 ὅϲαι Aet.: ὅϲου P 24 ριζονυχίων P. correxi coll. Aet. κανθοὶ αἱμορραγοῦϲι καὶ τὰ τῶν ὀδόντων οὐλα καὶ αἰ ῥίζαι τῶν ὀνύχων 28 ἐνιϲτάμενον Aet.: ϲυνιϲτάμενον P post ἐνιϲτάμενον add διὰ τῶν ἐπιτηδείων ίϲχαίμων Aet. ἑφθοῖϲ λείοιϲ Aet.)

28
[*](21 4) μέλιτοϲ ἢ ἀνδράχνηϲ φύλλοιϲ ϲὺν ἀλφίτῳ. τοῖϲ μὲν οὐν ὑπογύωϲ δεδηγμένοιϲ πρὸ τοῦ δίαιμον οὐρῆϲαι, δοτέον ϲκόροδα πολλὰ καὶ οἶνον κεκραμένον πολὺν καὶ ἐμεῖν ἀναγκαϲτέον, ἔπειτα ίχθύαϲ πολλοὺϲ μετὰ ϲκορόδων ϲὺν ἐλαίῳ τετριμμένων προϲἐνεκτέον καὶ ἄρτον καὶ οἶνον ὑδαρῆ πολύν, καὶ ἐπιβρωτέον ϲταφίδα γλυκεῖαν πολλήν, καὶ πάλιν οἰνον ποτί ϲαντα κελεύειν ἐμεῖν.

5 μετὰ δὲ ταῦτα ποτιϲτέον λεκίθου ὠοῦ τὸ τρίτον μέροϲ καὶ μἠκωνοϲ ὀποῦ ὅϲον ἔϲτι καὶ ἴρεωϲ ?? α μετὰ γλυκέοϲ· εἶτα τούτοιϲ δοτέον καὶ γλυκὺν κεκραμένον πιεῖν, καὶ τὸ δῆγμα ὕδατι ψυχρῷ καταντλητέον, τοῖϲ δὲ παλαιο τέροιϲ γλυκὺν δοτέον μετὰ θερμοῦ πολλοῦ.

6 μετὰ δὲ τὸν ἐμετὸν ίχθύαϲ ἀπ’ ἀνθράκων προϲενεκτέον, καὶ τῷ πόματι παραπληϲίωϲ χρηϲτέον, καὶ τὴν κύϲτιν ϲπόγγοιϲ πολλοῖϲ πυριατέον. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· ᾠοῦ τὸ λευκὸν μετ’ οίνομέλιτοϲ δίδου πιεῖν, ἤ ῥεφάνου ϲπέρμα μετ’ οἴνου. κατάπλαϲϲε δὲ ἁλὶ λείῳ ἀναληφθέντι πίϲϲῃ ὑγρᾶ.