De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 ἐπειδὴ δὲ καὶ ταῦτα λυμαίνεται τῶν ἀνθρώπων τὰ ϲώματα, καὶ περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπεϲ οὐν ἀποθνήϲκουϲιν κεδρίνων πριϲμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέϲαϲ ἐν ἐλαίῳ καὶ προϲμίξαϲ τὴν χάλκανθον ϲυγχρίϲῃ, οὐ προϲεγγίζουϲι μυῖαι οὐδὲ κώνωπεϲ.

2 πρὸϲ δὲ τὸ ἀνελεῖν μυίαϲ ὑοϲκυάμου ϲπέρμα καὶ ἐλλέβορον μέλανα καὶ λιθάργυρον λείου μεθ᾿ ὕδατοϲ καὶ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρείαϲ κνιϲώϲαϲ βουτύρῳ ϲκόρπιϲον, ἢ κυνοκράμβηϲ τὴν ῥίζαν λείαν μετὰ ϲτέατοϲ. πρὸϲ κώνωπαϲ δὲ ἀψίνθιον, μελάνθιον. χάλκανθον ἴϲα ϲὺν ἐλαίῳ ἑψήϲαϲ ϲυγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία.

3 ἄλλο πρὸϲ κώνωπαϲ· ὀπὸν Ϲυριακὸν μετ᾿ ὄξουϲ ϲυγχρίου. ἄλλο πρὸϲ κώνωπαϲ· ἐλλέβορον, ἀψίνθιον ϲὺν ἐλαίῳ ῥαφανίνῳ καὶ ϲυγχρίου. μυίαϲ δὲ φυγαδεύει χάλκανθοϲ θυμιωμένη· μυίαϲ δὲ ὄλλυϲιν ἐλλέβοροϲ λευκὸϲ λεῖοϲ ϲὺν γάλακτι φυραθεὶϲ καὶ ἐν διαφόροιϲ ἀποτεθεὶϲ τόποιϲ.

4 ψύλλοιϲ ὀλέθριον· ῥοδοδάφνηϲ ζεϲθείϲηϲ θαλάϲϲῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. ἄλλο πρὸϲ τὸ κώνωπαϲ καὶ ψύλλουϲ διολέϲαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον.