De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

67

96 μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένη τε φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκεν.

δύναμιν δὲ ἔχει στυπτικήν, ἀναξηραντικήν, ἐμπλαστικήν, 2 διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μείγνυται καὶ τροχίσκοις ξηραίνουσι καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ λαμβανομένη καὶ ἐγκλυζομένη· δέδοται καὶ ἡπατικοῖς.

ἡ δὲ τεκτονικὴ μίλτος ἥττων ἐστὶ κατὰ πάντα τῆς 3 Σινωπικῆς, ἀρίστη δὲ ἡ Αἰγυπτιακὴ καὶ Καρχηδονική, ἄλιθος, εὐθρυβής· γεννᾶται καὶ ἐν τῇ πρὸς ἐσπέραν Ἰβηρίᾳ τῆς ὤχρας καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον.