De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

24

32 καὶ ὁ τροχίτης δέ, ὅν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ ἴσον μέτρον βάλλουσιν· ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι καλούμεναι ἢ Φοινίκιαι -μέλαιναι δέ εἰσι — καὶ ἀποβρέχονται, ὡς προείρηται· μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν, καὶ ἐκ δευτέρου τε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων ἀποβρέγματος τὸ αὐτὸ μέτρον.

2 ὁμοίως δὲ ἐκ διαστημάτων ἐκλαμβάνεται τὸ τέταρτον καὶ πέμπτον ἀπόβρεγμα ὀξίζον, ᾧ ἀντὶ τοῦ ὄξους χρῶνται.

λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος, ἀποστρέφων ὄρεξιν, εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ καὶ ἔμμηνα καὶ γάλα μὲν δαψιλὲς ποιεῖ, αἷμα δὲ φαῦλον κατασκευάζει, καὶ ἐλεραντιάσεως ποιητικός ἐστιν ὡς καὶ τὸ ζῦθος.

3 ἔνιον δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις ξέστας ἐμβάλλουσι δέκα, οἱ δὲ ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι διανοούμενοι. οἱ δὲ καὶ θύμον καὶ μάραθον προυποτιθέασι τῷ πυθμένι, εἶτα τὰς ἰσχάδας, καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν, ἄχρις οὗ πληρώσωσι τὸ ἀγγεῖον.