De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 σταφυλή᾿  ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει τὴν κοιλίαν καὶ ἐμπευματοῖ τὸν στόμαχον, ἡ δʼ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπʼ ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ῥρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δʼ ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δʼ ἐκ τοῦ ἐψήματος καὶ γλυκέος κακοστομαχώτεραι.

2 συντίθενται δὲ καὶ μετʼ ὀμβρίου ὕδατος προσταφιδωθεῖσαι· γίνονται δὲ αἱ [*](9 SIM. Pl. XII 132. XIV 98. XXIII 19.) [*](9 EXC. Οrib. XI s. v. (ἄμπελος — στυπτική).) [*](15 SIM. Pl. XXIII 11—15, cf. D. eup. I 134 (161) II 54 (266) II 47 (258) II 49 (261).) [*](1 τὸν τόπον om. E 2 ἐπιχριόμενος H: ἐνχριόμενον EDi τὰς τρίχας QEDi, cf. D. eup. I 103 (144) τὸ om. PF: ὁ . . . ἀφιδρούμενος ἰχώρ HDi 3 κλήματος καιομένου vulgo ὃς HDi μυρμηκίαις E: μυρμηκι [mg. μυρμη κίας) P 4 ἐπιχρισθὲν E κλημάτων τέφρα καὶ στεμφύλων E 6 ἐχιο- δήκτους ὠφελεῖ HDi ἔχεοδήκτοις PE: ἐχιοδήκτοις (ut videtur) reliqui: scorpi onum et canum plagas Pl. 7 φλεγμονὰς QDi: φλεγμονὴν E 8 καταπλασ- σόμενα PFΕ (corr. E2), cf. D. eup. II 62 (274)) [*](9 num. cap. κξq O: β E tit. περὶ ἀγρίας ἀμπέλου H: ἀγρία F αὐ- τῆς om. Q 11 μικρόραγος Οrib.: μικρόραξ FE 13 καὶ ταύτης E αἱ] οἱ E) [*](15 num. cap. χξξ 0: E tit. περὶ σταφυλῆς HDi τὴν om. HDi 16 τὸν addidi 17 ἐπʼ om. 0Di ὀλίγων P 18 καὶ (alt) om. E 19 οἱ 0E (αἱ E2) 20 ἐκ τῶν EDi, corr. E2 βικῶν E: βηκῶν H καὶ κύστεως E (καὶ del. E2) 23 ἐψέματος P γλεύκεος P: γλεύκους QDiE2)

3
τοιαῦται ἐπʼ ὀλίγον οἰνώδεις, ἄδιψοι δὲ καὶ καυσώδεσι πυρετοῖς χρονίοις χρήσιμοι. τὸ δὲ στέμφυλον αὐτῶν ἀποτεθὲν καταπλάττεται μεθʼ ἀλῶν λεῖον πρὸς φλεγμονὰς καὶ σκληρίαν καὶ σπάργησιν μαστῶν. τὸ δὲ ἀφέψημα τῶν στεμφύλων δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, καὶ εἰς ἐγκαθίσματα καὶ προσκλύσματα λαπβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά, εὐστόμαχα, φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου ἐπιπασσόμενα λεῖα ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις.

τῆς δὲ ἀσταφίδος στυπτικωτέρα ἐστὶν ἡ λευκή. ὠφελεῖ δὲ 3 ἡ σὰρξ αὐτῶν ἐσθιομένη ἀρτηρίαν καὶ βῆχα, καὶ νεφροὺς καὶ κύστιν καὶ δυσεντερίαν σὺν τοῖς γιγάρτοις ἐσθιομένη καθ ἑαυτήν, μιγεῖσά τε ἀλεύρῳ κεγχρίνῳ καὶ ᾠῷ καὶ τηγανισθεῖσα μετὰ μέλιτος καὶ λαμβανομένη, εῖς τε ἀποφλεγματισμούς καθʼ ἑαυτὴν καὶ σύν πεπέρει μασωμένη εὐθετεῖ, διδύμων τε φλεγμονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς τῶν γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη, πρός τε ποδάγραν ἁρμόζει μετὰ ὀποπάνακος καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.