De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

18 ὁ δὲ ἀπὸ τῆς σκίλλης ρἶνος γίνεται οὕτω· κατατεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς.

2 ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλη ἐπιτέμνοντα αὐτὴν γογγυλοειδῶς τρόπον καὶ τὴν ὁλκὴν διπλασιάσαντα· δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μ΄ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευάζεται ὁ προειρημένος οἶνος· λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν ταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετεράσας ἀπόθου.

3 εὐθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθοράς τροφῆς καὶ τοὺς ἀπεμοῦντας ταύτην, ἐφʼ ὧν τε πάχος ἔγκειται στομάχῳ ἢ κοιλίᾳ, σπληνικοῖς, ἰκτερικοῖς, καχέκταις, ὑδρωπικοῖς, δυσουροῦσι, δτροφουμένοις, πνευματουμένοις, παραλυτικοῖς, σκοτωματικοῖς, ῥίγεσι χρονίοις, σπάσμασι, καταμηνίων τε ἀγωγός· [*](5 SIM. pl. XIV 106, xx 65. Col. r. XII 33; pallad. XIII 6. cf. Gal). XI 377.) [*](5 EXC. Orib. I 398 D.) [*](1 ἐνσταγῆναι Di post ἐγχυματίζηται add τις E καὶ καθόλου δὲ] καθόλου τε E καὶ om. H: post δὲ coll. LF δὲ om. Di 2 πάντα E ἑλκώσεων HDi post ἐντός add. καὶ κεφαλαλγιῶν καὶ νευρικῶν Di, superscr. H2 δίδοται Di 3 ἡμέραν] ἑκάστην προσαύξων DiE2 (ρος et ων in ras.) 4 β EF διδόασιν πίνειν E ἢ om. Orib. E πλείω Οrib.) [*](5 num. cap. χπβ΄ Q: χπδ Di: ιθ E tit. περὶ ρἴνου τοῦ ἀπὸ σκίλλης Η : οἶνος ἀπὸ σκίλλης F: περὶ οἴνου σκιλλητικοῦ Di οῖνος σκιλλητικὸς E οὕτω QLDi: οὕτως E 6 κόψον L: κόψας reliqui 7 μίαν) α Di 8 καταθὲς L 9, κ HEDi ἔασον ἐμβρέχεσθαι E: ἔασον βραχῆναι Di μεταρράσας QL: μετάρας Ε :μεταβαλὼν Di 10 περισφικώσας Q 11 ὑγρᾷ τῇ σκίλλῃ QDi ἐντέμνοντας E: ἐπιτέμ- νοντα reliqui γογγυλίδος τρόπον Di 12 τρόπον add. QL: τὸν τρόπον E: de- levi διπλασιάσαντας E 13 καὶ (alt.) om. L οὕτως E 14 ἐντετμημένης καὶ κεκαθαρμένης QDi 15 γ EDi 16 καὶ μῆνας ἕξ (q F) ἔασον πωμάσας QDi διυλίσας 0rib, fort. recte 17 ἀποτίθου E 19 ἀψεμοῦντας E ἐν κοιλίᾳ παράκειται ἢ στομάχῳ EDi 20 ἰκτερικοῖς post. ὑδρωπικοῖς coll. QLDi, at cf. Dl spleniticis et ictericis et cacecticis prestat effectum καὶ καχέκταις HDi καὶ ὑδρωπικοῖς HDi δυσουριῶσιν H 22 ῥίγεσι χρονίοις σκοτωματικοῖς QEDi τε] δὲ L)

19
ἥκιστα δὲ νεῦρα λυπεῖ, ἀμείνων δὲ ὁ παλαιότερος· φυλάσσεσθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔν τε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος.