De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

160 τῆς δὲ ἀμπελίτιδος γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γεννωμένης δὲ ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον καὶ πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδη τε καὶ στίλβουσαν ποσῶς, ἔτι δὲ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἔλαιον. τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον.

δύναμιν δὲ ἔχει διαλυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται 2 δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.