De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

155 καὶ τῆς Χίας δὲ τὴν λευκὴν καὶ ὑπότεφρον παραλημπτέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ. πλακώδης δέ ἐστι καὶ λεπτή, τοῖς τε σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα.

δύναμιν δὲ τὴν αὐτὴν ἔχει τῇ Σαμίᾳ. τετανὸν δὲ καὶ στίλβον, ἔτι δὲ εὔχρουν τὸ πρόσωπον καὶ ὅλον τὸ σῶμα ἀποτελεῖ, σμήχει δὲ ἀντὶ νίτρου ἐν βαλανείῳ.

τὰ δὲ αὐτὰ καὶ ἡ Σελινουσία γῆ ποιεῖ, ἀρίστη δέ ἐστιν 2 ἡ ἄγαν λευκὴ καὶ στίλβουσα, εὐθρυβής τε καὶ ταχέως χυλουμένη, ἐπειδὰν ὑγρὸν λάβη.