De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

13 ὄξος ψύχει καὶ στύφει, εὐστόμαχόν τέ ἐστι καὶ εὐόρεκλιτος τον, στατικόν τε αἱμορραγίας πάσης πινόμενόν τε καὶ ἐγκαθιζόμενον, [*](17 SIM. Pl. XXXI 68.) [*](23 SIM. Pl. XXIII 54 sq. Orib. I 358;  Gal. XI 413 sq.) [*](1 χιμέτλαις E: χυμέθλοις Di ὠμῆ λύσει /// (2 litt. del.) E 2 διαφορητικόν P 3 πρὸς τὰ E κενώμασιν H χλιερόν PE: χλιαρόν reliqui 7 ψύξεις E φέρει H 8 προσεμβαίνει EDi 9 χρονίους E νεύρων ὠφέλιμον Di 11 παρηγορεῖ QEDi 12 ἄβρομος PE 13 δὲ (pr.) καὶ ἐψοῦσις E 15 μέ- λιτος HDi: cum oœimelli Dl 16 ἐκ om. 0Di) [*](17 num. cap. χοq 0: χοη Di: ιγ E περὶ θαλασσομέλιτος HDi 18 δὲ ἐκ Spr. ἴσον P 19 καὶ ἡλιασθέντων om. PE:  mg. add. cum ÷ post πεπισσωμένῳ E2: post πεπισσωμένῳ in text. rec. Q 20 θαλάττης E ἀφηψημένης P: ἀφε- ψημένης reliqui 21 post καταγγίζουσι extremum fol. 149υ vocabulum aliquot cod. P folia perierunt, incipit rursus (fol. 150r ) ab extr. cap. 48 σμικτικώτε- ρον δὲ γίνεται τὸ τοιοῦτον τῆς θ, E (mg. add, E2 μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον): ista confectio flegma deponet Dl, at cf, Pl. l. s 22 τοιοῦτο L: τοιοῦτον reliqui) [*](23 num. cap. χοζ Q: χοθ Di: ιδ E tit. περὶ ὄξους HDi στύφει καὶ ψύχει E: ad rem cf. Gal. XI 418 sq. XVIII A 220 24 σταλτικόν Di τε] δὲ Ε ἔγκαθιζόμενον ex ἐσθιόμενον corr. H2)

15
ζόμενον, καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει, ἔναιμόν τέ ἐστι καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέραν καὶ ἕδραν προπεπτωκυῖαν καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορροοῦντα· ποιεῖ καὶ πρὸς νομάς, ἐρυσιπέλατα, ἕρπητας, λέπρας, λειχῆνας, πτερύγια σύν τινι τῶν ἐπιτηδείων μειγνύμενον, φαγεδαινικά τε ἕλκη

συνεχῶς ἐπαντλούμενον καὶ νομὰς ἱστησιν· ὠφελεῖ καὶ ποδαγρικοὺς 2 καταντλούμενον θερμὸν μετὰ θείου, ὑπώπιά τε αἴρει σὺν μέλιτι καταχριόμενον, πρός τε τὰς ἐγκαύσεις τῆς κεραλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ, ὑδρωπικούς τε καὶ δυσηκοίας ὑπατμισθὲν θερμὸν ὠφελεῖ καὶ ἤχους καὶ συριγμούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας, στέλλει καὶ φύγεθλα χλιερὸν καταντλούμενον ἢ διὰ σπόγγων ἐπιτιθέμενον, καὶ κνησμοὺς παρηγορεῖ, πρός τε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν, ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν ἰοβόλων.

ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πινόμενον θερμὸν καὶ 3 ἐξεμούμενον, μάλιστα πρὸς μηκωνίου καὶ ἀκονίτου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ, πρός τε μύκητας καὶ ἰξίαν καὶ σμίλακα σὺν ἁλσί, βδέλλας τε καταποθείσας καταρροφούμενον ἀποβάλλει, καὶ βῆχα χρόνιον πραύνει, τὴν δὲ πρόσφατον ἐρεθίζει· ἁρμόζει καὶ πρὸς ἀρθόπνοιαν θερμὸν καταρροφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον καὶ τὰ ἐν βρόγχῳ δεύματα καὶ συναγχικοῖς ἁρμόζει καὶ πρὸς κιονίδα κεχαλασμένην, καὶ πρὸς ὀδόντων πόνον θερμὸν διακρατούμενον καὶ διακλυζόμενον.