De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

47 τηλίνου σκευασία· τήλεως λίτρας ἐννέα, ἐλαίου λίτρας πέντε, καλάμου λίτραν μίαν, κυπέρου λίτρας δύο ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ἑπτά, κινῶν ἑκάστης ἡμέρας τρίς, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. οἱ δὲ ἀντὶ μὲν τοῦ καλάμου καρδάμωμον, ἀντὶ δὲ τῆς κυπέρου ξυλοβάλσαμον συναποβρέχουσιν. οἱ δὲ προστύφουσι τὸ ἔλαιον τούτοις καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐξιποῦσιν.

δύναμιν δὲ ἔχει μαλακτικὴν ἀποστημάτων, πεπτικήν. μάλιστα 2 δὲ ἁρμόζει τοῖς περὶ μήτραν πᾶσι σκιρρώμασι, δυστοκούσαις τε ἔγχυμα, ἐπειδὰν κατάξηρα τὰ περὶ τοὺς τόπους γένηται, προεκκριθέντων τῶν ὑγρῶν, πρός τε τὰς ἐν δακτυλίῳ φλεγμονάς, καὶ ἐγκλύζεται ἐπὶ τῶν τεινεσμῶν ὠφελίμως, πίτυρά τε καὶ ἀχῶρας σμήχει καὶ κατακαύματα καὶ χίμετλα ὠφελεῖ μετὰ κηροῦ, σμήχει τε ἐφηλίδας καὶ εἰς στιλβώματα μείγνυται.

ἐκλέγου δὲ τὸ πρόσφατον καὶ μὴ λίαν παρεμφαῖνον τὴν τῆς τήλεως ὀσμήν, σμῆχον τὰς χεῖρας, γλυκύπικρον ἐν τῇ γεύσει· τὸ γὰρ τοιοῦτον κάλλιστον.