De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

43 ῥοδίνου σκευασία· σχοίνου λίτρας πέντε οὐγγίας ὀκτώ ἐλαίου λίτρας εἴκοσι οὐγγίας πέντε κόψας καὶ φυράσας ἐν ὕδατι ἕψε ἀνακινῶν, εἶτα ἀπηθήσας εἰς τὰς εἴκοσι λίτρας καὶ οὐγγίας πέντε τοῦ ἐλαίου βάλε ῥόδων ἀβρόχων ἀριθμῷ χιλίων τὰ πέταλα, καὶ τὰς χεῖρας μέλιτι χρίσας εὐώδει ἀνακίνει πλεονάκις ὑποθλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτηρίδιον τὰ ἐξιπωθέντα ῥόδα ἐπίχει λίτρας ὀκτὼ οὐγγίας τρεῖς τοῦ ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου.

2 ἔσται δέ σοι τοῦτο δεύτερον, κἂν βουληθῇς, ἄχρι τρίτης καὶ τετάρτης βροχῆς ἐπιχέων ἐξίπου· γίνεται γὰρ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον τὸ μύρον. ὁσάκις δ᾿  ἂν ποιῇς, τοὺς κρατῆρας προκατάχριε μέλιτι. εἰ δὲ θέλεις δευτέραν ἐμβολὴν ποιήσασθαι, εἰς τὸ πρῶτον ἐξιπωθὲν ἔλαιον τὸν ἴσον ἀριθμὸν προσφάτων ῥόδων ἀβρόχων ἔμβαλε, καὶ ἀνακινήσας ταῖς χερσὶ προδεδευμέναις μέλιτι ἐκπίεζε καὶ ποίει τὸ δεύτερον καὶ τρίτον καὶ τέταρτον ὁμοίως ἐκθλίβων. καὶ ὁσάκις δ᾿  ἂν ποιῇς [*](7 SIM. Theophr. de od. 25. 33. 35. 42. 45. 48. 51. 55; Pl. XIII 9. XV 30. XXIII 80. cf. Aet. I s v. ἔλαιον ῥόδινον (═ Nic. M. XVI 13) Gal. XI 537sq.) [*](7 EXC Zach. m. m VI 10 (109).) [*](1 κλῆσις F: κρᾶσις reliqui ἐστι om. H 5 γυμνασίας HDa) [*](7 tit. cap. μγ QDi: μη΄ Dl tit. ῥόδινον H: περὶ ῥοδίνου σκευασίας Di: περὶ τῆς τοῦ ῥοδίνου σκευασίας F: περὶ μύρων σκευασίας· κεφάλαιον πρῶτοι περὶ ῥοδίνου Da ῥοδίνου σκευασία F: om, HDa: ῥόδινον ἔλαιον γίνεται οὕτω Di σχίνου Di 8 εἴχοσι] β F: β΄ (in κ΄ corr.) v: libras iij. ζ. Uiij Dl ἐν om. Di 9 ἀπειθήσας F ἐπιθεὶς Da 10 τοῦ om. Da βάλλε Q post ἀβρόχων add. ἐρυθρῶν Da, cf. Aet. I s. v. χίλια HDiDa τὰ om. H: τὰ πέταλα om. Di 11 post πέταλα add. ἢ κυπείρου λίτραν α΄, ἐλαίου λίτραν α΄, καλάμου λίτραν α΄, ἐλαίου ξέστας 𝒢΄, ῥόδων ξέστην α𝒢΄ HDa εὐώδει om. Di πολλάκις Di 12 ἠρέμα] ἡμέραν Spr. 14 κρατηρίαν F (comp. scr): κρατῆρα reliqui: fort. κεραμέαν γάστραν 15 ἐξιπωμένα Di ἐπίχες HDa ὀκτὼ] κ Q 17 καὶ βουληθεὶς HDi καὶ] ἢ Di ἀποβροχῆς Di 19 τὸ (alt.) om. HDiDa τὰς κρατηρίας QDa: τοὺς κρατῆρας Di 20 ἐπιβολὴν Di 22 ἀβρόχων ῥόδων H ἔμβαλλε Q ἀνακινῶν Di ταῖς] ἐν Da 23 ἐκπίεζε μέλιτι F 24 δ᾿ om. H)

43
τοῦτο, νεαρὰ πρόσβαλε ῥόδα· δυναμικώτερον γὰρ γίνεται.

ἄχρι 3 δὲ ἑβδόμης ἐμβροχῆς ἐπιδέχεται τὸ ἔλαιον τὴν ἐμβολὴν τῶν ῥόδων, ἔπειτα δὲ οὐκέτι· κεχρίσθω δὲ καὶ ἡ ληνὸς μέλιτι. δεῖ δὲ ἐπιμελῶς τὸ ἔλαιον τοῦ χυλοῦ χωρίζειν. συναπολειφθὲν γὰρ κἂν τοὐλάχιστον φθείρει τὸ μύρον. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα θλάσαντες ἐναποβρέχουσι τῷ ἐλαίῳ καὶ ἀλλάσσοντες παῤ ἡμέρας ἑπτὰ ἄχρι τρίτης βροχῆς οὕτως ἀποτίθενται. ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον, κάλαμον καὶ ἀσπάλαθον παρεμβάλλοντες, οἱ δὲ καὶ ἄγχουσαν ἕνεκα εὐχροίας καὶ ἅλας πρὸς τὸ μὴ φθείρεσθαι.

δύναμιν δὲ ἔχει στυπτικήν, ψύχουσαν, εὔθετον εἰς ἐμβρέγματα 4 καὶ καταπλασμάτων μείξεις. λύει δὲ καὶ κοιλίαν ποτιζόμενον καὶ καῦσον σβέννυσι στομάχου· ἔστι δὲ καὶ ἑλκῶν θρεπτικὸν κοίλων καὶ τῶν κακοήθων πραυντικόν, ἀχώρων καὶ ἐκζεμάτων ἐπάλειμμα, κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλγίας τε διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμμένα ἐγχριόμενον, πρός τε ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας φλεγμονὰς ἐγκλυζόμενον χρήσιμον.