De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

40

39 μυρσίνινον δὲ σκευάζεται οὕτως· λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ᾿  ἀνθράκων, ἕως ἂν συνεψηθῇ, αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία· τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδιωτικὸν δὲ τὰ φύλλα καθέντα εἰς ἔλαιον ἐν ἡλίῳ ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπέρῳ, σχοίνῳ.

2 ἔστι δὲ ἐμπρακτότερον τὸ τῇ γεύσει πικρίζον καὶ ἐλαιῶδες, χλωρόν, διαφανές, ὄζον μυρσίνης.

δύναμις δὲ αὐτοῦ στυπτική, σκληρυντική· διὸ καὶ ποιεῖ. μειγνύμενον ἀπουλωτικαῖς καὶ πρὸς πυρίκαυτα, ἀχῶρας, πίτυρα, ἐξανθήματα, παρατρίμματα, ῥαγάδας, κονδυλώματα, ἄρθρα κεχαλασμένα, ἱδρῶτας καὶ ὅσα στύψεως ἢ πυκνώσεως ἔχει χρείαν.