Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ῥοδογούνη λουομένη τὰς τρίχας ἐρρύπτετο. ἧκέ τις ἀγγέλλων ἔθνος ὑπήκοον ἀφέστηκεν᾿ . ἡ δὲ οὐκ ἀπορρυψαμένη τὰς τρίχας, ἀλλὰ ὡς εἶχεν ἀναδησαμένη τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρα- τήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολε- μήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικη σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα Ῥοδογούνην.