Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](664)

Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ- λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ της βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρʼ αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- λήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλῶν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.