Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](613—560)

Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ- γειν αἰσχρῶς ἐβιάσαντο.

[*](e. 9, 4)

Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν [*](r, fragm. hist. Graec. I, p. 42.) [*](4 θύρας K; οὐρὰς F; φρούρας Dm || κατασχήσας F || 5 τύρσιν Cas.; τύρσην F || 7 δικάζοι τὸ M; δικάζοιτο F; δικά- ζοιτο. τὸ vulg. || 9 Ἀγβατάνοις F] Ἐκβατάνοις vulg. || 11 περι- βαλλόμενος vulg. || 14 Ἀλυάττης H ; Ἀλυάτης F constanter || 21 ἱππικὴν H; om F || 23 στρατειῶν Cas ; στρατιωτῶν F.)

314
ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρα- σκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες. Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περι- στήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν.