Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](387—347)

Λεύκων χρημάτων δεόμενος ἐκήρυξεν, ὅτι μέλλοι κόπτειν ἄλλο νόμισμα καὶ δέοι προσφέρειν αὐτῷ τὸ ὑπάρχον ἑκάστῳ, ὅπως μετακοπὲν δόκιμον γένοιτο. οἱ μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νο- μίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν.

Λεύκων μαθὼν ὡς ἐπιβουλεύοιεν αὐτῷ φίλοι καὶ πολῖται συνομοσάμενοι πολλοὶ, τοὺς ἐμπόρους καλέσας ἅπαντας, χρήματα ὅσα εἶχεν ἕκαστος ἐδανείζετο, φά- σκων τοὺς πολεμίους αὐτῷ προδίδοσθαι. οἱ μὲν ἔμποροι προθύμως ἐδάνειζον τὰ χρήματα, ὁ δὲ συναγαγὼν εἰς τὴν αὐλὴν αὐτοὺς ὡμολόγησε τὴν ἐκ τῶν πολιτῶν ἐπίθεσιν καὶ παρεκάλεσε φύλακας τοῦ σώματος αὐτοῦ γενέσθαι ὡς τὰ χρήματα κομιουμένους, εἰ σώζοιντο αὐτόν. καὶ δὴ τὰ χρήματα σῶσαι ἐθέλοντες οἱ ἔμποροι ὅπλα παραλαβόντες οἱ μὲν δορυφόροι τοῦ σώματος, [*](Cap. 9. Cf. Schaefer, Mus. Rhen. 35, p. 418; J. p. 592.) [*](1 ἐφήδρευον Hertlein; ἐφέδρευον F || ἐκπέμπει p; ἐκπίπτει F || φράσαι τῷ κυβερνήτῃ p || 2 [καὶ] W; [καὶ τὸν] Cas. || 4 Μι- λίσιοι F || 10 ἑκάστῳ F] ἕκαστον vulg. γένοιτο F] εἴη vulg. 12 ἐπέγραψε K;  ἐπέτρεψε F || 13 συλλέγοντος F || 20 αὐτοὺς εἰς τὴν αὐλὴν vulg.)

289
οἱ δὲ τῶν ἀρχείων φύλακες ἐγένοντο. Λεύκων δὲ μετὰ τούτων καὶ μετὰ τῶν περὶ αὐτὸν πιστοτάτων τοὺς κοι- νωνοῦντας τῆς ἐπιθέσεως συλλαβὼν ἀπέκτεινε καὶ τὴν ἀρχὴν ἀσφαλῶς καταστησάμενος ἀπέδωκε τὰ χρήματα.

Λεύκων ἐν τῷ πρὸς Ἡρακλεώτας πολέμῳ αἰσθό- μένος τῷν τριηράρχων τινὰς προδιδόντας καὶ αὐτο- μολεῖν μέλλοντας συλλαβὼν αὐτοὺς ἀκοῦσαι μὲν ἔφη περὶ αὐτῶν λόγους οὐκ ἐπιτηδείους, οὐ πιστεῦσαί γε μήν. ὅπως οὖν μὴ κατὰ τύχην ἥττης γενομένης αὐτοὶ δοκοῖεν αἴτιοι τοῦ σφάλματος, αὐτοὺς μὲν ἡσυχάζειν ἐκέλευσεν, ἄλλους δὲ τριηράρχους ἀπέδειξε· τοῖς δὲ οἰκείοις τῶν ὑπόπτων ἀρχὰς καὶ ἐπιμελείας ἐνεχείριζε κωμῶν, ὡς δὴ φιλοφρόνως ἕχων πρὸς αὐτούς. ἐπεὶ δὲ τὸν πόλεμον κατελύσατο. δίκαιον ἔφη κριθῆναι τοὺς ὑπόπτους, ἵνα μὴ δόξῃ ἀλόγως αὐτοῖς ἀπιστῆσαι. παρελθόντων δὲ εἰς τὸ δικαστήριον ὁμοῦ τοῖς οἰκείοις περιστήσας ὡπλισμένην δύναμιν ἅπαντας αὐτοὺς ἀναι- ρεθῆναι προσέταξεν.

[*](e. 14, 19)

Λεύκων ἐπιστρατευσάντων Ηρακλεωτῶν ναυσὶ πολλαῖς καὶ ἀποβαινόντων ὅποι τῆς χώρας ἐβούλοντο, ὁρῶν τοὺς αὑτοῦ στρατιώτας ἐθελοκακοῦντας καὶ οὐκ ἀνείργοντας ἔταξε τοὺς ὁπλίτας πρώτους πρὸς τὴν ἀπόβασιν τῶν πολεμίων, ἐπὶ δὲ τούτοις ὄπισθεν τοὺς Σκύθας· καὶ φανερῶς παρήγγειλε τοῖς Σκύθαις, ἐὰν οἱ ὁπλῖται ὀκνῶσι καὶ τοὺς πολεμίους ἀποβαίνοντας παρέχωνται, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. [*](6 τριηράρχων M; τριηραρχῶν F || 9 καὶ κατὰ vulg. || 12 ἐπι- μελείας Wyttenbach in indice Graec. Plut. s. v.; ἐπιμελέας M; ἐπιτελείας F vulg. || 13 ἐπειδὴ R || 17 περιστήσας W; περιστησάμενος F: cf. ad 5, 28, 2 || 21 τοὺς αὐτοὺς F || 26 παρέρχωνται Cas.; ἀνέχωνται K; παραδέχωνται Patakis; πα- ἰδωνται R.)

290
τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολεμίους ἀποβαίνειν ἐκώλυον.