Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](279)

Ἀπολλόδωρος ὁ Κασσανδρεὺς δίκην φεύγων ὡς ἐπιτιθέμενος τυραννίδι, προελθὼν ἐν μελαίνῃ ἐσθῆτι. τὴν γυναῖκα καὶ τὰς θυγατέρας ἐν ὁμοίῳ σχήματι προαγαγὼν, ἱκετηρίας προτείνων αὐτὸν ἐς πᾶσαν τι- μωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλό- δωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μά- λιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ εἰς τὴν ἐκείνων φιλανθρωπίαν.

[*](279)

Ἀπολλόδωρος πολιτευόμενος παρὰ Κασσανδρεῦσι πάντα ἔλεγε καὶ ἔπραττεν, ἀφʼ ὧν ἔδοξεν εἶναι μισο- τύραννος. καὶ γὰρ κατὰ Λαχάρους τοῦ τυράννου ψή- φισμα ἔγραψεν, ἀγώγιμον ἐκ τῆς χωώρας εἶναι τῆς Κασσανδρέων, καὶ Ἀντίοχον τὸν βασιλέα φίλον ποι- εῖσθαι καὶ σύμμαχον, αὐτῷ τὴν πολιτείαν ἐπιτρέποντας· [*](Cap. 6. § 3. Cf Front. strat. 2, 6, 10.) [*](Cap. 7. Cf. Diod. fr. 22, 5 et 6. — Droysen II, 2, p. 344 et III, 1, p. 199, not. 2.) [*](1 πράττοι H || 2 ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους H || 4 συνεβούλευε K; συνεβούλευσε F || 8 Κασσανδρεὺς Nic. Hein- sius; Κασσάνδρου F || 9 προελθών F] προσελθών vulg. || 20 γὰρ om. K || 22 καὶ γὰρ vulg. || 23 ἐπιτρέποντας. καὶ R Hertlein; ἐπιτρέποντα ὃς καὶ F.)

287
καὶ Θεοδότῳ γράψαντι φυλακὴν αὐτῷ δοῦναι τοῦ σώματος αὐτὸς ἀντεῖπε, καὶ τῆς ἀποδούσης Κασσαν- δρεῦσι τὴν ἐλευθερίαν Εὐρυδίκης ἑορτὴν κατεστήσατο, ἣν ἐκάλεσεν Εὐρυδίκεια, καὶ τοῖς ἐξελθοῦσι τῆς ἄκρας στρατιώταις πολιτείαν ἔγραψε καὶ κλήρους ἐν τῇ Παλλήνῃ δοθῆναι, ἵνα παραμένοιεν φύλακες τῆς ἐλευ- θερίας ἐν δὲ τοῖς συμποσίοις εἴ τις * * ἔφη δεινὸν, ἀλλὰ καὶ σχέτλιον. οὕτω πάντας ἐξαπατήσας, ὡς δημοτικώτατος ὢν, ἐπανέστησεν οἰκέτας καὶ τοὺς ἀπὸ τῶν ἐργαστηρίων τεχνίτας, καὶ μειράκιον Καλλιμέλη συναρπάσας καὶ θύσας ἐπέδωκεν αὐτὸ μαγείρῳ Λεον- τομένει. οὗτος δειπνοποιήσας τὰ σπλάγχνα παρέθηκε τοῖς συνωμόταις· ὧν δειπνησάντων καὶ πιόντων τὸ αἷμα οἴνῳ μέλανι μεμιγμένον, ἔδειξεν αὐτοῖς τὸ σῶμα τῇ κοινωνίᾳ τοῦ μιάσματος ἐμπεδῶν τὸ πιστὸν τῆς ἐπιθέσεως. καὶ δὴ τούτοις χρησάμενος συμμάχοις κατ- έσχε τὴν τυραννίδα, καὶ τύραννος ἐγένετο φονικώτατος καὶ ὠμότατος πάντων, ὅσοι παρʼ Ἕλλησιν ἢ παρὰ βαρ- βάροις ἐτυράννησαν.