Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](488)

Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπο- ρῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως  Ἀθηνᾷ μεγα- λοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή- σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο- ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν.

[*](Cap. 50. Cf. Aelian. var. hist. 3, 26.)[*](3 τις K ex Aeliano; τε F || κλιθεὶς F || 4 δεῖπνον F || 12 Ἀκραγαντῖνος K ; Ἀκραγαντίνων F || 14 Ἀθηνᾷ M; Ἀθῆναι F || 16 διεκλέπτετο Patakis; διεκέκλεπο F || 20 ὁ Θήρωνος vulg. || 21 ἔλαβον F || 22 ἐμισθώσαντο F.)