Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεά- [*](c. 323) νακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φι- λόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβῶν, φρου- ρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρ- πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὐτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά- μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω- τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα- χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ- κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον ἀνέσωσαν.

[*](2 αὐτοὺς F || 3 πόλεις vulg.;  πύλας F || 5 παῖδες Ἐχεάνακτος D; πέδαις ἔχεν ἄνακτος F || 7 ὕπαρχος Ἰωνίας] Plut. Alex. 22 ὁ ἐπὶ θαλάττης στρατηγὸς: cf. Droysen II, 1, p. 146 || 12 ἔλυσεν αὐτοὺς F || 16 παρεσχισμένοις K, παρασχιζομένοις F || αὐτοὺς F || 17 καθῆκαν D vulg.; καθῆκαν F || Διέδωρος MV; Κόδρος F || 18 χωλευθεὶς F, corr. vulg. || τὼ p; om. F vul​g.)