Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Ὅτι Ἀννίβας ἐν πολέμῳ φονευθέντα † Φλαῦον, ἐπειδὴ τὸ [*](e. 4. 9) σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζε- σθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσέν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.
Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον [*](e. 14, 20) εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολὺν χρόνον, [*](Cap 38. § 1. Cf. J. p. 671 sq.) [*](1 Ἀθηναίαις W; Ἀσίαις H || 4 ὃν H] οὗ W || 9 Ξενίαν pro- posuit Roth; Θεννίαν hic et infra H || 17 αὐτοῦ HF] αὐτῷ HP || 19 Φλαῦον H; num Φλάκκον coll. 6, 38, 7? cf. J. p. 671 sq.; Φλαοῦον W, qui cogitavit de Decidio Flavo (Liv. 27, 14; Plut. Marcell. 26); Παῦλον Luterbacher.)
Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γενναιο- [*](216) τέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προὔχοντας ὑπὲρ τὴν φάλαγγα καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντακισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.
[*](e. 23)Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμμων [*](216) ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλμοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.
[*](e. 25, 3)Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν [*](216) τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας ῾ ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε ἀμφὶ δευτέραν φυλακήνʼ. ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι κατα- πλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπών Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε. Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀν- νίβας ἐπιπεσών πάντας διέφθειρεν.
[*](e. 25, 4)Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χειμερίου γενομένης [*](216) διελῶν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολεμικὸν, τὸ πρῶτον μέρος προσβαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων που- σαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον, καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.
[*](e. 41, 4)Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων στρα- [*](212) τηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτῷ καθεὶς [*](Cap. 38. § 3. Cf. Plut. Fab. 16; Front. strat. 2, 2, 7.) [*](Cap. 38. § 4. Cf. Plut. Fab. 16; Front. strat. 3, 2, 7.) [*](Cap. 38. § 5. Cf. J. p. 672 sq.) [*](Cap. 38. § 6. Cf. Front. strat. 2, 5, 25; Zonar. 9, 3. — Woelfflio, Hermes 9, p. 123.) [*](1 ποτε HF; τότε HP || 6 [οἱ πολέμιοι] vel οἱ Ῥωμαῖοι] W || 12 ἐτράποντο Roth || 19 ἀναχωρήσαντες H; παραχωρήσαντες Roth; ἀναγορεύσαντες W || 27 ἀνδρονίαν H, sed infra p. 304, 2 recte Ἐρδονίαν || 28 αὐτῷ W; αὐτὸν H.)
Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχαώροις ἀποκλεισθεὶς [*](e. 46,10) τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγών καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν· διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.
Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, [*](e. 46, 11) ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνά- ζευξιν· ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.
Ἀννίβας μὴ δυνάμενος [ἑλεῖν| πόλιν τῶν Ῥωμαίων παρα- θαλασσίαν ἔπεμψεν πλοῖα πρὸς αὐτὴν καὶ ἔστησεν εἰς αὐτὰ Ῥωμαϊκὸν σημάδιον. ἰδόντες δὲ τὸ σημάδιον οἱ πολῖται ἐξῆλθον ὡς δῆθεν πρὸς ὑποδοχὴν Ῥωμαίων καὶ ἐνέπεσον εἰς ἐγκρύμ- ματα καὶ ἐσφάγησαν.