Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἐγεσταῖοι τῆς Ἀθηναίων συμμαχίας δεόμενοι [*](415) πολλὰ καὶ μεγάλα χρήματα ὑπέσχοντο. πεμψάντων δὲ πρέσβεις τοὺς ὀψομένους τὴν παρασκευὴν τῶν χρημά- των, χρησάμενοι ἐκ τῶν πλησίον πόλεων ἄργυρον καὶ χρυσὸν, τά τε ἱερὰ τῶν θεῶν ἐκόσμησαν καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν.