Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

281
[*](e. 21, 2)

Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους [*](361) πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα- γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησ- πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον. Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσών ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.

Ἀλέξανδρος μετὰ τὴν ἐν Πεπαρήθῳ ναυμαχίαν [*](361) ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολε- μικὸν ἐσήμηναν καὶ σπασάμενοι τὰς μαχαίρας ὥρμων ἐπὶ τὰς τραπέζας. οἱ μὲν Ἀθηναῖοι σπουδῇ ἔθεον ἐς τὸ ἄστυ τοῖς στρατηγοῖς ἀγγελοῦντες τὴν κατά- ληψιν τοῦ Πειραιέως, οἱ δὲ τὰ χρήματα ἁρπάσαντες ἀπέπλευσαν.

[*](Cap 2, §§ 1 et 2. Cf. Diod. 15, 95. — Schaefer, Demosth. I1, p. 116 sq.; 7. p. 590.)[*](1 Φεραῖος F] ὁ Φεραῖος vulg.; om M || 4 ἀκατίου F] Ἀκά- τιον vulg. || 14 ἀφυλάκτους ὡς Patakis; ἀφυλάκτως F || 15 καὶ ἀμελῶς vulg. || 16 Πειρέως F; τῷ Πειραιεῖ coni. K.)