Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 42, 4)

Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους. ἐπεὶ [*](431) δὲ ἐς τὴν Πλαταιΐδα ἐνέβαλον Θηβαῖοι, κήρυκα πέμ- ψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους, εἰ μὴ τῆς χώρας ἐξέλθοιεν, [ἀποδώσειν δὲ ὑπέσχοντο, εἰ δῃώσεως ἀποσχόμενοι ἀπαλλάσσοιντο. πιστεύσαντες οἱ μὲν Θηβαῖοι τῆς χώρας ἐξῆλθον], Πλαταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

[*](e. 21, 3)

Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι νύ- [*](428) κτωρ ἐπέθεντο τῷ περιτειχίσματι· Λακεδαιμόνιοι πυρ- σοὺς πολεμίους ἐς τὰς Θήβας ἀνέσχον συμμαχίαν καλοῦντες. Πλαταιεῖς ἐκ τῆς πόλεως ἀντανέσχον πυρ- σοὺς φιλίους, ἵνα διὰ τῆς ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους πείσωσιν ἀποστῆναι τῆς βοηθείας. οὕτω γε τοῖς πυρσοῖς ἐναντίοις ἀμφιδοξήσαντες Θηβαῖοι βοηθῆσαι κατώκνησαν.

[*](Cap. 18. § 2. Ex Herod. 8, 28; cf. Paus. 10, 1, 3.)[*](Cap. 19. § 1. Ex Thucyd. 2, 5.)[*](Cap. 19. § 2. Ex Thucyd. 3, 22 extr.)[*](4 Ὑάμπολιν Valcken. ad Eurip. Phoen p. 749 ex Herod ; τὴν Ὑάμπολιν Paus.; τὴν πόλιν F || 5 (καὶ) del. K || ἐπέβαλλον H; ἐπιβαλόντες K || 8 Πλατεεῖς F et sic constanter || 10 Πλατεΐδα F || 12 sq. [ἀποδώσειν δὲ … ἐξῆλθον| W ex Thucyd. inseruit || 13 οἱ μὲν Θηβαῖοι W; Θηβαῖοι μὲν Sittl; Θηβαῖοι οὖν H || 19 ἀντανίσχον H; παρανίσχον Thucyd. || 20 ἐπιπυρσίας F || 22 τοῖς ἐναντίοις πυρσοῖς H; τοῖς πυρσοῖς [τοῖς| ἐναντίοις K.)
298
[*](428)

Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων ἐπο- λιορκοῦντο. ἄνδρες διακόσιοι Πλαταιέων ἀσέληνον νύκτα καὶ χειμέριον παραφυλάξαντες τοῖς ἄλλοις πο- λίταις παρήγγειλαν κατὰ τὸ ἐναντίον μέρος τοῦ τείχους προσβαλόντας βοῆσαι. τῶν Λακεδαιμονίων ἔξωθεν ἐπʼ ἐκεῖνον τὸν τόπον προσβοηθούντων, οἱ δὲ κατὰ τὸ ἐναντίον προσθέμενοι κλίμακας ὑπερέβησαν τὸ τεῖχος. οὐ μὴν οὐδὲ τὴν ἐπʼ Ἀθηνῶν ὁδὸν ἐτράποντο, ἀλλὰ τὴν ἐπὶ Θηβῶν, ὡς ἥκιστα ἄν κατὰ ταύτην διωχθέντες· καὶ γὰρ οὕτω συνέβη. Λακεδαιμόνιοι μὲν διὰ τοῦ Κιθαιρῶνος ἐδίωκον, οἱ δὲ Πλαταιεῖς ἐκ τῆς ὁδοῦ τῆς Θηβαϊκῆς ἐκκλίναντες ἐπανῆλθον ἐς τὰς Ὑσιὰς κἀκεῖθεν Ἀθήναζε διεσώθησαν.