Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 56, 7)

Ἀμπρακιώτας Ῥωμαῖοι πολιορκοῦντες , ἐπειδὴ [*](189) πολλοὶ μὲν αὐτῶν ἐτιτρώσκοντο, πολλοὶ δὲ διεφθεί- ροντο, σύριγγα στενὴν υπώρυξαν κάτωθεν τὴν πόλιν ἐκπολιορκεῖν βουλόμενοι. μέχρι μὲν δὴ πολλοῦ τοὺς πολεμίους ἐλάνθανον, ἐπεὶ δὲ χοῦς πολὺς ἐσωρεύετο, συνέντες Ἀμπρακιῶται τὸ δρώμενον καὶ αὐτοὶ σύριγγα ἔνδοθεν ἀνθυπώρυξαν καὶ τῆς σύριγγος ἐπʼ ἄκρῳ τάφρον ἐγκαρσίαν τεμόντες λεπτὰ χαλκώματα ἐφεξῆς ἔθηκαν, ὅπως τῶν Ρωμαίων τούτοις ἐντυγχανόντων ψόφος γένοιτο. καὶ δὴ γενομένου ψόφου ὑπὸ γῆς [*](Cap. 17 Cf. Polyb. 21, 23 sq.; Liv. 38, 7; Zonar. 9, 21. — Aen. Tect. 37.) [*](2 ἐγγὺς inserui ex H Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαικῶν νεῶν κατὰ κράτος ἐνίκησαν || 3 [καὶ] K || 5 [ὅρκους] Patakis, cf. 1, 39, 4. 5, 3, 2. 5, 17; [πιστα] Hertlein; [ὁμήρους] R || 6 αὐτῶν vulg.; αὐτὸν F || 15 ὑπώρυξαν vulg.; ἐπώρυξαν F, sed cf. infra v. 19 ἀνθυπώρυξαν et Aen. 37 || [ὧς| κάτωθεν Roth || ἐκπολιορκεῖν W; ἐκπορθεῖν F: cf. 7, 21, 2 et ad 4, 9, 4 || 16 βουλόμενοι K ; δυνάμενοι F ; οὐ δυνάμενοι Cas. || 20 ἐπικαρσίαν Polyb.)

296
ἀπαντήσαντες ἀπεμάχοντο ταῖς σαρίσαις. ἐπεὶ δὲ ἐν ὀρύγματι στενῷ καὶ σκότος ἔχοντι μέγα οὐδὲν ἤνυον, πίθον κατασκευάσαντες ἴσον τῷ ὀρύγματι, τρήσαντες αὐτοῦ τὸν πυθμένα, σιδηροῦν αὐλίσκον διέντες, πλη- ρώσαντες πτίλων λεπτῶν , πῦρ ὀλίγον ἐμβαλόντες, πῶμα πλῆρες τρημάτων ἐπιθέντες νεῦον πρὸς τοὺς ἐναντίους τῇ σύριγγι τῶν πολεμίων προσήρεισαν· ὄπισθεν δὲ τοῦ πίθου χαλκευτικὸν ἀσκὸν προσαρμό- σαντες, εἰς τὸν διατεταγμένον αὐλίσκον φῦσαν ἐνέντες ἐξέκαιον, ὥστε τῆς σύριγγος πληρουμένης καπνοῦ πολ- λοῦ καὶ δριμέος οἱ Ῥωμαῖοι μὴ φέροντες ἐξέλιπον τὴν ὑπὸ τῇ γῇ πολιορκίαν.