Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](383)

Καρχηδόνιοι κατακλεισθέντες ἐς χωρίον ἄνυδρον ὑπὸ Διονυσίου περὶ συμβάσεως ἐπεκηρυκεύσαντο, ὁ δὲ ἐκέλευσεν αὐτοὺς ἀποστῆναι πάσης Σικελίας τὴν δαπάνην ἀποδόντας, ἣν ἐν τῷ τελευταίῳ πολέμῳ πε- ποίηται. οἱ πρόβουλοι τῶν Καρχηδονίων ὡμολόγουν ταῦτα ποιήσειν· οὐ μὴν εἶναι σφᾶς αὐτοὺς κυρίους ἄνευ τοῦ ναυάρχου δοῦναι βέβαιον ἀπόκρισιν. ἠξίουν δὴ μεταστρατοπεδεῦσαι πρὸς ἐκεῖνον. Διονύσιος μὲν ἐπέτρεψεν καίπερ ἀντιλέγοντος Λεπτίνου, Καρχηδόνιοι [*](Cap. 16. Cf. J. p 518 sq., 593 sq.) [*](Cap. p. 16. § 1. Cf Diod. 15, 16. — Meltzer I, p. 310 et not. p. 515.) [*](4 ἕνα ἐν scripsi; ἐν F; ἕνα H || 7 καταφέροιντο K || 10 ἡμίση FH] ἡμίσεα vulg. || 11 οἱ δὲ κατατεμόντες H || τούτους] αὐτοὺς H || 17 πεποίηται vulg. V; ἐπεποίητο K; πεποίηνται F || 19 μὴν K; μὲν F: cf. οὐ μὴν 1, 2. 1, 3. 1, 28, (2). 2, 37. 3, 9, 35. 3, 10, 5 etc.)

293
δὲ μεταστρατοπεδεύσαντες Διονυσίῳ τοὺς κήρυκας ἀπράκτους ἀνέπεμψαν.

Καρχηδόνιοι Σικελίαν πορθοῦντες, ὅπως αὐτοῖς ἀπὸ Λιβύης διὰ τάχους τὰ ἀναγκαῖα κομίζοιτο, κλε- ψύδρας δύο ποιήσαντες ἴσας τοῖς μεγέθεσι, κύκλους ἐν ἑκατέρᾳ διέγραψαν ἴσους ἔχοντας τὴν αὐτὴν ἐπι- γραφήν. ἐπεγέγραπτο δὲ οὗ μὲν χρεία νεῶν, οὐ δὲ στρογγύλων πλοίων, ἀλλαχοῦ δὲ χρυσίου, καὶ πάλιν ἀλλαχοῦ μηχανημάτων καὶ πάλιν σίτου καὶ πάλιν θη- ρίων καὶ πάλιν ὅπλων καὶ πεζῶν καὶ ἱππέων. οὕτω δὴ πάντας τοὺς κύκλους ἐπιγράψαντες, τὴν ἑτέραν τῶν κλεψυδρῶν ἐν Σικελίᾳ κατασχόντες [τὴν ἑτέραν] ἐξέπεμψαν εἰς Καρχηδόνα συντάξαντες, ἢν ἴδωσιν ἀρθέντα πυρσὸν παρʼ αὐτῶν, ἀποσκοπεῖν, ὅταν ὁ δεύ- τερος ἀναδειχθῇ πυρσὸς, ποίου κύκλου τοῦτο συμ- βήσεται· οὗ τὴν ἐπιγραφὴν ἀναγνόντας ὅτι τάχος τὸ σημαινόμενον διὰ τῶν γραμμάτων ἐκπέμπειν. τοῦτον τὸν τρόπον ὀξυτάτην εἶχον Καρχηδόνιοι τὴν κομιδὴν τῶν εἰς τὸν πόλεμον ἀναγκαίων.

Καρχηδόνιοι ναυσὶ [στρογγύλαις] καὶ τριήρεσιν ἔπλεον ἐπὶ Σικελίαν· Διονύσιος αἰσθανόμενος ναυσὶ πολλαῖς ἐπέπλευσεν. προϊδόντες Καρχηδόνιοι τὸν στό- λον τὰς μὲν στρογγύλας τῶν νεῶν κύκλῳ περιστή- σαντες ἑτέραν ἀπὸ τῆς ἑτέρας ἱκανὸν διάστημα, τὰς δὲ τριήρεις ἐς τὸ μέσον αὐτῶν ἀθροίσαντες, συχνοὺς δὲ τῶν ἀνδρῶν ἐπὶ τὰς ὁλκάδας ἐπιβιβάσαντες ἠμύ- [*](Cap. 16. § 2. Ad rem cf. Polyb. 10, 44—46.) [*](12 [τὴν ἑτέραν] 13 ἵν᾿ ἴδωσιν F, corr. Cas. || 14 αὐτῶν Cas.; αὖτῷ F || 15 ποίῳ κύκλω K || 20 [στρογγύλαις] ins. Cas. coll. V navibus rotundis || 21 αἰσθόμενος Patakis ex V re cognita || 22 προϊδόντες Hertlein; παριδόντες F: cf. 3, 11, 10.)

294
νοντο τοὺς πολεμίους ἐπιόντας· καὶ [διὰ] τῶν διαστημά- των ταῖς τριήρεσι διεκπλέοντες καὶ τοῖς τοῦ Διονυσίου σκάφεσιν ἐμβάλλοντές τινα μὲν αὐτῶν κατέδυσαν, τὰ δὲ ὅπλα πάντων ἀχρεῖα τελείως ἐποίησαν.

Καρχηδόνιοι πολεμοῦντες Ἱέρωνι, νύκτωρ ἐπι- πλεύσαντες Μεσήνῃ πλησίον τῆς πόλεως ὑπὸ ἄκραν τινὰ καθωρμίσθησαν. ἐν τῷ λιμένι πολλαὶ τριήρεις καὶ στρογγύλαι νῆες ὥρμουν, ἐπὶ τοῦ στόματος ἄλλαι παρεφύλασσον. ὁ στρατηγὸς τῶν Καρχηδονίων ἄριστα πλεούσης νεὼς τὸν τριήραρχον καλέσας προσέταξεν αὐτῷ παρὰ τὸν λιμένα πλεῖν ἐγγίζοντα τοῦ στόματος, εἰ δὲ οἱ πολέμιοι διώκοντες ἐπαναχθεῖεν, φεύγειν ἄνω πελάγους. ὁ μὲν τριήραρχος ἐπέλαζε τῷ στόματι, οἱ δὲ κυβερνῆται τῶν ἐφορμουσῶν νεῶν ὑπολαβόντες εἶναι κατάσκοπον τὴν ναῦν ἐδίωκον κατὰ κράτος. ὡς δὲ μακρὰν ἀπεσπάσθησαν ἄχρι πελάγους διώκοντες, οἱ Καρχηδόνιοι τοῖς λοιποῖς σκάφεσι σπουδῇ πλεύσαν- τες ἐπὶ τὸν λιμένα τὰς μὲν τριήρεις κενὰς οὔσας ἐνέ- πρησαν, τῶν δὲ ὁλκάδων τὰς πλείστας ἐξείλκυσαν.

[*](260)

Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες. ὅτι Ῥωμαῖοι [*](e. 41,3) ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περι- σπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν Γναῖον Κορνήλιον| ἐλθόντες ὑπέσχοντο, Λιπάραν τὴν νῆσον τὴν προκειμένην τῆς Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν [*](Cap. 16. § 5. Cf. Polyb. 1, 21 et Liv. perioch. libri 17. — J. p. 593—595.) [*](1 [διά| Cas. K ut Polyb. 1, 50, 9 || 3 ἐμβάλλοντες K; ἐμ- βαλόντες F || τινα μὲν F] τὰ μὲν W, quod recte reiecit Hert- lein || 6 ἄκραν τινὰ Cobet, novae lect p. 8; ἄκρας τινὸς Cas. K; Ἀκραγαντίνων F || 23 Γναῖον p; γενναῖον F.)

295
δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν ἐς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊκῶν νεῶν παρωρμίσαντο [καὶ] πρεσβευτὰς πρὸς τὸν Κορνήλιον ἔπεμψαν, οἳ τὸν ὕπατον ἐξικετεύσαντες, εἰρήνην σπείσαντες καὶ [ὅρκους] δόντες ἐδεήθησαν εἰς τὸ σκάφος αὐτῶν μεταβῆναι τοῦ Καρχηδονίων στρατηγοῦ χαλεπῶς νοσοῦντος, ὅπως ἐφʼ οἷς δεῖ τὴν εἰρήνην ἀσφαλέστερον συνθοῖντο. πεισθεὶς ὁ Ῥωμαῖος μετέβη πρὸς τὸν Καρχηδόνιον. οἱ δὲ Λίβυες ἐγκρατεῖς αὐτοῦ γενόμενοι ταῖς πάσαις ναυσὶν ἐπιθέμενοι ῥᾳδίως ἐκράτησαν.