Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](399)

Ἀλέξανδρος φρούραρχος τῶν περὶ τὴν Αἰολίδα χωρίων, μισθωσάμενος τῶν ἀπʼ Ἰωνίας τοὺς ἀρίστους ἀγωνιστὰς, αὐλητὰς μὲν Θέρσανδρον καὶ Φιλόξενον, ὑποκριτὰς δὲ Καλλιππίδην καὶ Νικόστρατον, θέαν ἐπήγγειλε. πρὸς μὲν τὴν δόξαν τῶν ἀγωνιστῶν συνέ- δραμον ἐκ τῶν πλησίον πόλεων ἅπαντες. ἐπεὶ δὲ πλῆρες τὸ θέατρον ἦν, περιστήσας τοὺς στρατιώτας καὶ τοὺς βαρβάρους, μεθʼ ὧν ἐφρούρει τὰ χωρία, πάντας τοὺς θεατὰς συλλαβῶν αὐτοῖς παισὶ καὶ γυ- ναιξὶ, λύτρα μεγάλα λαβῶν τοὺς μὲν ἀπέλυσεν, αὐτὸς δὲ τὰ χωρία Θίβρωνι παραδοὺς ἀπηλλάγη.