Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.36,6)

Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου [*](397/96) παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχη- δόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφʼ ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο.

[*](Cap. 7. Cf. Diod. 13, 87. — J. p. 513.)[*](Cap. 8. § 1. Cf. Front. strat 2, 5, 11.)[*](7 εὐηγγέλιζε P] εὐηγγελίζετο vulg. 8 ὡς H; om. F || 12 ἐμβάλωμεν M; ἐμβάλομεν F; ἐμβάλλωμεν vulg. || 17 καιόντων [καὶ] W; καὶ θʼ τῶν F; καὶ γῇ vulg. || προκαθίσας FH] παρα- καθίσας D.)
244

Λεπτίνης ἐκ Λακεδαίμονος ἀνακομιζόμενος Τά- ραντι προσέσχεν. ἐκβάντων δὲ τῶν ναυτῶν οἱ Τα- ραντῖνοι τούτους μὲν οὐκ ἠδίκουν ὄντας Λακωνικοὺς, τὸν δὲ Λεπτίνην ἐζήτουν συλλαβεῖν. ὁ δὲ τὴν ἰδίαν στολὴν ἀποθέμενος καὶ λαβών ναύτου σκευὴν καὶ φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀπο- κόψας τὰ πρυμνήσια τὸ σκάφος. ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβών ἀνέπλευσεν ὡς Διονύσιον.