Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](post 305)

Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πο- λεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόν- τας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν δειπνήσαν- τες ἐξεμέσωμεν τοὺς ὅρδους᾿.

[*](post 305)

Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν [*](Cap. 3. De fontibus cf. A. F. Roesiger, de Duride Samio, Diodori Siculi et Plutarchi auctore, Göttingen 1874, p. 10 sqq,; J. p. 504—510.) [*](Cap. 3. § 1. Cf. J. p. 509.) [*](Cap. 3. § 2. Cf. Diod. 20, 90, 2. — J. p. 509.) [*](2 μένοντα M; μενοῦντα F || 3 [θαυμαστὸν] suppl. vulg. || 5 ἐς Σικελίαν V Hertlein; ἐν Σικελία F; ἐπανελθὼν, ἐν Σικελίᾳ vulg. || 12 εἰ τὸ] εἰστο F || βούλοιτο m; βούλοιντο F || 14 συνε- χαώρησε δὲ M || 21 ἐξεμέσομεν Κ: cf. 3, 9, 1 || 22 Δεινοκράτη F] Δεινοκράτην vulg.)

237
στρατηγὸν αὐτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνον καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρα- τηγὸς ἐπηρώτησεν ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα᾿. ὁ τοίνυν Ἀγαθοκλῆς δοκεῖ μοι᾿, ἔφη, πάντας ἀνελεῖν᾿. ἦσαν δὲ μύριοι. καὶ δὴ περι- στάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκ- κλησίας.

Ἀγαθοκλῆς πυθόμενος τοὺς ἐν τέλει Συρακου- [*](307) σίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπι- νίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεναλοπρεπὴς ἡ τῶν κλη- θέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὡρχήσατο· ὥστε ὑφʼ ἡδονῆς θό- ρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἔνα στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους.

[*](Cap. 3. § 3. Cf. Diod. 20, 63. — Roesiger 1. 1. p. 25, quem correxit Holm (Bursians Jahresber. III, p. 97).)[*](1 αὐτῶν F || 2 καὶ Cas.; εἰ F || 3 Ἐλλέπορον Polyb. 1, 6. 2 Ἐλέπορον F, Ἕλωρος Diod. 14, 104 || 4 Ἰαλιωτῶν F, corr. vulg 5 ὅρκους Κ; ὄλβους F; ἑαυτοὺς R || [ἔλαβον καὶ] ἔδωκαν Κ || 8 αἱρέτω τὴν χεῖραν F || 12 ἐν τέλει vulg.; ἐντελεῖς F; cf. 6 1, 3 8, 39 || συρακοσίων F || 17 κροκωτὸν ἔνδυμα Ταραντῖνον R || περιβαλόμενος K; περιβαλλόμενος F || 18 ηὔλισεν F· || ἐκιθάρησεν F1.)
238
[*](308)

Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνά- μει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέ- χρις ὀλίγων ἡμερῶν. ἧκεν ὁ παῖς· ὁ Κυρηναῖος τῆς ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θερα- πείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγών τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέ- λαβεν οὐχ ὑβρισθέντα.

[*](310)

Ἀγαθοκλῆς ἐπὶ Καρχηδόνα διαπλεῦσαι βουλόμενος [*](e.5,3) ἤδη μέλλων ἀνάγεσθαι δοκιμάζει, τίνες αὐτῷ συνδια- πλεῦσαι προθυμοῖντο, καὶ δὴ προέγραψεν ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν ἰδίων κτημάτων᾿. ἐξῆλθον συχνοί. τοὺς μὲν δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν.

[*](Cap. 3. § 4 Cf. Iust 22, 7. — Roesiger, p. 23; Meltzer, p.527.)[*](Cap. 3 § 5 Cf. Diod 20. 4. 5 — Roesiger, p 20; Meltzer, P. 525.)[*](1 Ὀφέλλαν Diod., alii || 7 μόνον F] μόνην vulg. || ἄμφω F, corr. vulg. || 8 ἐπαγαγὼν M; ἐπαναγαγὼν F || 13 προθυμοῖντο Hertlein; cf. H δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν; δύ- ναιντο F || προεκήρυξεν Hertlein ex H ἐκήρυξεν || ἐπιτρέπω H; ἐπιτρέπων F || 21 τούτῳ τῷ στρατηγήματι H.)
239

Ἀγαθοκλῆς δισχιλίους στρατιώτας συντεταγμένους ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρα- κούσιοι. ὁ δὲ λαβῶν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν.

Ἀγαθοκλῆς πρὸς Ἀμίλκαν ἀνοχὴν ἔθετο, ὥστε ὁ [*](317) μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν τῶν Συρακουσίων ταύτηνʼ, [ἔφη], τὴν ἡμέραν ηὐ- ξάμην, ἐν ἧ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχον- ταςʹ. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὐτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρε- ψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύ- σας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχι- λίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν.

Ἀγαθοκλῆς μαθών τοὺς περὶ Τίσαρχον καὶ Ἀν- [*](317) θρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὐτῷ κα- λέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἴνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ ῾αὔριόν γε᾿ , ἔφη, συνελθόντες εἰς τὸ Τιμολεόντειον [*](Cap. 3. § 6. Cf. Droysen II, 2, p. 242, not. 3; Holm II, p. 479, not. ad p. 261; J. p 510.) [*](Cap. 3. § 7. Cf. Diod. 19, 9 et Just. 22, 2. — Roesiger, p. 12; Meltzer, p. 523.) [*](Cap. 3 § 8. Cf Diod. 19, 6, 4.) [*](1 δισχιλίους (β) Cas,; δύο (βʹ) F || 7 Ταυρομενίαν vulg. || 8 μίλκαν F, corr vulg || ἔθετο F] συνέθετο K || 10 [ἔφη] add. vulg. || 12 χλαμύδαν F || 16 τῶν ε F; τῶν πέντε χιλιάδων vulg || 17 αὐτὸς] αὖθις R || 19 αὐτῷ F || 21 πολεμουμένῃ V (quae oppy-  σπαὐαμr); πολεμουμένῳ F || βοηθοῖεν F corr.] βοηθεῖεν F pr., vulg. || 22 ιμολεόντειον Roth, Diod ; Timoleonteum Nepos; Τιμολεόντιον F (sic etiam p. 240, 4).)

240
μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξο- δονʹ. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον, ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων.