Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 14, 18)

Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τήν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβών ἔδειξε τοῖς στρατιώταις, οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι.