Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

258

Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρα- τιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νι- κήσαντες κατέσχον τὴν Σαλαμῖνα.