Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.54,17)

Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ [*](287) Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειρα- ταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβών εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνήιον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πει- ραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώ- τους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι.

[*](Cap. 19 Cf. Front. strat. 3, 3, 7.)[*](2 καὶ χρόνον H; χρόνον F; χρόνον τʼ vulg. || 4 αὐτοῖς R || 6 ἀπʼ ἀμφοτέρων R || 13 Ἄνδρωνα F; Mandronem Frontin. || κατα- χρήμασι F || 14 τοὺς F] τοῦ K || 17 (κεκρυμμένα) ut emblema expunxit Cobet 18 ὑπὸ μάλης Pierson coll 2, 9. 4, 2, 12. 6, 21 ὑπὸ μάλην F 21 μὲν del. Cas. Κ 23 αὐτὸν F,, corr. F,.)