Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

253

Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον [*](354) ἐς Θήβας. οἱ πολέμιοι τὸν Θιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βα- θύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευ- τικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμών ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον.

[*](e.19,13)

Παμμένης πολλὴν ἵππον καὶ μάχιμον ἔχων, πολ- [*](353) λοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑποφεύγειν, ἵνα ἀποσπάσῃ [τοὺς] ἐναντίους πελτα- στὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτʼ ἐγένετο, λαβών τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περι- ίππευσεν ἐπʼ αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων ἀναστρεψάντων.

[*](e.58,2)

Παμμένης μετὰ Θηβαίων κρατῆσαι βουλόμενος [*](369) τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρε- [*](Cap 16. § 1. Cf. Schaefer, Demosth. I1, p. 457, not. 4.) [*](Cap. 16. § 2 Cf. Front. strat. 2, 3, 3; Diod. 16, 34.) [*](Cap. 16. 3. Cf. Front. strat. 3, 2, 10. — Cf. Schaefer, De- mosth I1, p 79, not. 2; A. Hug, Aeneas v. Stymphalos, p. 6, not 3; J, p. 588.) [*](11 μάχιμον p; μαχίμην m; μάχην F; κατὰ μάχην Gronov. RK: cf 8, 23, 3. 11 || 12 alterum τῶν del. Roth || 15 [τούς] RK || 17 περιίππευσεν M; παρίππευσεν F; περικυκλώσας H.)

254
σκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώ- σας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπι- τηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρ- μει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θό- ρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κω- λύοντος τὸν λιμένα κατέσχον.

Παμμένης τοὺς πολεμίους ἐξηπάτησε χρησάμενος τῷ νόμῳ τῆς σάλπιγγος ὑπεναντίῳ προπαραγγείλας τοῖς ἑαυτοῦ στρατιώταις πρὸς μὲν τὸ ἀνακλητικὸν ἐπιθέσθαι, πρὸς δὲ τὸ ἐπικελευστικὸν ἀναχωρῆσαι. τοῦτο ποιήσας ἐν ἀμφοτέροις μεγάλα τοὺς πολεμίους ἔβλαψεν.

Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων [*](e.20,2) ἀποληφθεὶς ἔπεμψεν αὐτόμολον ἐς τὸ τῶν πολεμίων στρατόπεδον· ὁ δὲ τὸ σύνθημα ἐκμαθών ἐπανελθών ἤγγειλε τῷ Παμμένει. ὁ δὲ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς [μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο] σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυνα- μένοις διὰ τοῦ συνθήματος.

[*](2 ἔπεμψεν] coll. Frontin. 1. 1.; pauca deesse putavit Oden- dorp || 4 τοῦ MH; om. F vulg. || 6 καὶ ἦν ἑσπερα W; καὶ ἐν ἑσπέρᾳ F; ἐν ἑσπέρᾳ K, sed cf. 1, 18 || 12 ὑπεναντίῳ M; ὑπε- νάντιον F; ἐπʼ ἐναντίον ut ἐπʼ ἀριστερὰ R || 18 ἀπολειφθεὶς F 20 νύκτωρ M || 21 διεξεπαίσατο K coll. 4, 2, 14; διεξιππά- σατο F || 22 [μὲν γὰρ τὸ ἐκείνων ἡπίστατο] W add. ex H; αὑτὸς σύνθημα F; αὐτός [δοὺς τὸ] σύνθημα Cas. K || 23 γνω- ριεῖν F.)