Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](343)

Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παρα- ταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρα- τιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρʼ αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων καὶ μὴν μᾶλλονʼ, ἔφη, φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἰσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.᾿  ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν [*](Cap. 12. Cf J. F. Arnoldt, Timoleon. Gumbinnen 1858, p. 25; Roesiger, p. 11.) [*](Cap. 12. § 1. Cf. Plut. Timol. 26; Diod. 16, 79; Plut. conviv. disp 5, 3. — Meltzer, p. 516.) [*](3 ἑκάστου M; ἑκάστοις F;  ἑκάστους C || ἐλαφρῶς τῷ ποδὶ F] ἐλαφρῷ τῷ ποδὶ vulg.; ἐλαφρῷ ποδὶ H || 10 τύχης Κ; νίκης F || 18 στεφανοῦνται MD || 21 lacuna 1n post Κορίνθιοι, quam voce στεφάνοις explevit M || τῶν del. K || 22 [ἐκ] τῶν Cas.)

249
ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.

Τιμολέων πολιορκῶν Μάμερκον τὸν τύραννον πολ- [*](post 343) λοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος [ὡμολόγησε Τιμο- λέοντι παραδώσειν ἑαυτὸν ἐφʼ ᾧ τε] κριθῆναι παρὰ Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγών αὐτὸν εἰς τὴν ἐκκλησίαν κατηγορήσω μὲν οὐδαμῶςʼ, ἔφη, ῾ τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἄν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι.᾿ 

Τιμολέων συμμαχῶν Συρακουσίοις ἐλθών ἐπί τινα [*](343) λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδών Καρχηδονίους πεν- τακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέ- ριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις, ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· νῦν ἀλῶναι χρὴ τοὺς πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρη- σμὸν ὁ χειμῶν ἐξαπίνης κινούμενος. οἱ Ἕλληνες ἐπὶ μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν.

[*](Cap. 12. § 2. Cf Plut. Timol. 34. — Holm II, p. 214.)[*](Cap. 12. § 3. Cf. Meltzer, p. 518; J. p. 515 sq.)[*](4 Μάμερκον Cas.; Μίλαρκον F (Μίλαρκος v. 9) || 6 [ὡμο- λόγησε . . . . ἐφʼ ᾧ τε] Cas., ex Plut. Tim. 34 ὁ δὲ Μάμερκος ἑαυτὸν Τιαολέοντι παρέδωκεν ἐπὶ τῷ δίκην ὑποσχεῖν ἐν Συρα- κουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος; ὡς κριθῆναι F || 10 προαγαγὼν W coll. 2, 35; παραγαγών F || 11 κατηγορήσω Κ;  κατηγορῆσαι F || 16 πεντακισμυρίους F Diod. 16, 78; ἄγοντες ἑπτὰ μυριάδας Plut. Timol. 25 17 ἐκτεταμένους vulg.)