Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](396)

Ἰμίλκων Καρχηδόνιος εἰδώς τῶν Λιβύων τὸ φίλ- οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας [*](Cap. 8. § 2. Cf Holm II, p. 442, not. ad p. 136.) [*](Cap. 9. Cf. Schaefer, Mus. Rhen. 15, p. 391 sq; Meltzer, p.515.) [*](Cap. 10. 6 1. Cf Front. strat 2, 5, 12 — Meltzer, p. 511, a quo dissentit Gutschmid, Iahnii annal. 1880, p. 291.) [*](5 ναύτου σκευὴν Pierson 22; αὐτοῦ σκεύη F || 7 ἐπανήγαγε K;  ἐπανῆγε F || 8 ἀπολαβὼν vulg. || ἀπέπλευσεν K || 11 Καρχη- δόνιος W; Καρχηδονίοις F; σὺν Καρχηδονίοις vulg. || ἀνακομιζο- μένοις F 12 [ὁ] τύραννος 13 συνῆπτον K; συνῆγον F; συν- ἥψαν Hertlein 14 αὐτοῦ F 17 μέλλοντας F] μένοντας vulg. 20 Καρχηδονίους F.)

245
καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη- σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὥν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται.

[*](e.57,17)

'Imqilkvn Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λι- βύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμ- ματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀπο- σπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἴνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δʼ ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν.

[*](e.54,15)

Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, [*](396) ἐφʼ ἥν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λί- βυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκν ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχω- σθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκα- φήσεται, ὅπως μὴ διὰ ταύτης ἱ ρμσάντων κυκλωθή- σωνται᾿. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ [*](Cap. 10. § 2. Cf. Diod. 14, 55, Front. strat. 1, 1, 12. — Meltzer, p. 513; Stern, Philol. 42, p. 456, not. 56.) [*](Cap. 10. § 3. Eadem de Pericle tradit Front. strat. 3, 9, 9.) [*](7 Καρχηδόνιος p; Καρχηδονίοις F; σὺν Καρχηδονίοις vulg. || 8 (εἰς) inclus. K Patakis cum V scriptos obsignatosque libellos || 9 συντιθέμενος F; συνθέμενος H || 11 λαμπτῆρας FH] λαμπτῆρα M || [δʼ ἦρε] W: cf. 6, 11 12 πεφραγμένους scripsi coll. Philist fr, 15 καὶ τὰς νύκτας ἐπαίρεσθαι λαμπτῆρας ἀντιπεφραγμένους 14 ἐσπούδαζε vulg ; σπουδάζων F || 18 ἡ M; om. F || 19 ὁρμησάν- των sc. τῶν πολεμίων Cas.; ὁρμήσαντες F || κυκλωθήσωνται F: κυκλωθήσονται Vulg.; κυκλώσονται K.)

246
ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλατ- τόντων.

[*](406)

Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- [*](e.36,7) τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγ- γελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δʼ Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόν- τες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόν- των. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.

[*](406)

Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς [*](e.54,16) Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν [*](Cap. 10. § 4 Cf. Front. strat. 3, 10, 5.) [*](Cap. 10 § 5 Cf. Holm II, p. 435, not ad p. 113.) [*](1 ἀπεσκαμμένην scripsi coll. supra p 245, 18 et Xenoph. an. 2, 4, 4; ἀνεσκαμμένην m; ἀνεστραμμένην F || 7 συνέβαλλεν H || 9 ἔφυγον H || 13 πολεμίων W; πολιτῶν F; στρατιωτῶν M: cf. ad 8, 10, 3. 8, 23, 29 || [τὴν πόλιν] inserui coll. Front. incen-  sam suam ciuitatem existimaverunt || 14 ἀνακαίεσθαι F] ἀνα- καλεῖσθαι H vulg.; [πυρὰ] ἀνακαίεσθαι Κ || μεταβαλόμενοι K; μεταβαλλόμενοι F || 15 φυγόντων Roth; φευγόντων F || 16 τοῦ om. vulg. || 20 τοῦ Διονυσίου vulg.)

247
ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν — πολλὴ δὲ ἦν καίειν — παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέ- ρετο, μίλκων δὲ ἔλαθε διελθν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.