Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](321)

Πτολεμαῖος, Περδίκκου κατὰ Μέμφιν διαβαίνον- [*](e.15,6) τος τὸν ποταμὸν καὶ ἤδη συχνῶν διαβεβηκότων, σὑν- αγαγῶν ἐκ τῆς χώρας αἰπόλια, συφόρβια, βουκόλια πλεῖστα ὅσα, προσέταξεν ἑκάστου ζώου φρυγάνων φορτία ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείροι πλεῖστον. τὰ μὲν δὴ ὑπὸ τῶν νομέων, πρὸς δὲ τούτοις καὶ ἰππέων ἐλαυνόμενα κονιορτὸν ἀνέστησε μέγιστον· αὐτὸς δὲ ἀναλαβάών τῶν ἱππέων τοὺς λοιποὺς τοῖς πολεμίοις προσῆγεν. οἱ δὲ ἀπὸ τοῦ κονιορτοῦ πολὺ πλῆθος ἐπιέναι νομίσαντες αὐτίκα ἔφυγον· καὶ οἱ πλεῖ- στοι μὲν ἐν τῷ ποταμῷ διεφθάρησαν, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν.

[*](Cap. 19. Cf Front strat. 4, 7, 20. — J. p. 641.)[*](2 αὐτῶν F || κατωδύραντο F] κατωδύροντο W || 16 ἐπισυρό- μενον F] ἐπισυρόμενος M; ἐπισυρόμενα Κ ex V αττραψτα || 18 ἐλαυνόμενα vulg.; ἐλαυνομένων F || 19 τοὺς om. FF || 20 ἀπὸ μὲν τοῦ F2, 21 ἔφυγον H; ἔφευγον F vulg. || οἱ del K.)