Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](318)

Πολυσπέρχων, τὰ ὅρια φυλασσόντων Πελοποννη- [*](e.14,16) σίων, τοὺς αὐτοῦ στρατιώτας προὔτρεψε πρὸς τὸν κίν- δυνον. πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ τρίβωνα διπλοῦν ἐμπορπησάμενος καὶ βακτηρίαν λαβών ἔφη πρὸς αὐτούς· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν ὄντες.᾿ ταῦτα δὲ ἀποθέμενος καὶ τὴν πανοπλίαν ἀναλαβών· οἱ δὲ μέλ- λοντες πρὸς αὐτοὺς πολεμεῖν τοιοῦτοι, μέχρι νῦν πολλοὺς καὶ μεγάλους ἀγῶνας νενικηκότες. ἀκού- σαντες οἱ στρατιῶται ἡξίωσαν μηκέτι μέλλειν, ἀλλʼ εὐθὺς ἄγειν ἐπὶ τὴν μάχην.

[*](Cap. 13 et 14. Cf. 7. p. 639.)[*](1 κατὰ F] παρὰ vulg. || 2 φυγῇ Cas.; φυγεῖν δ; ἴσως φυγὴν Darm. marg. δ || 3 Δαρδανέων p; Σαρδανέων F; Σαρδιέων vulg. || 7 τροπῆς Maasv ; πρὸ τῆς F || 14 αὐτοὺς F || προύτρεπε CK || 15 ἐπιθέμενοι F 19 ἀναλαβών H; armatura recepta V; λαβῶν F vulg.: cf 4, 9, 6 4, 17 extr.)